Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De diaeta Hippocratis in morbis acutis (De diaeta in morbis acutis sec. Hipp.)
urn:cts:greekLit:tlg0530.tlg037
Περὶ τῆς κατὰ τὸν Ἱπποκράτην διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων
Régime dans les maladies aiguës d’Hippocrate
Regimen in Acute Diseases According to Hippocrates (Hipp. Vict. Morb. Ac.)
editio(nes) critica(e): Westenberger, 1914; Lyons, 1969 (ara;eng)
translatio Latina: De diaeta Hippocratis in morbis acutis, 1830, vol. 19, pp. 182-221. urn:cts:greekLit:tlg0530.tlg037.verbatim-lat1
translationes recentiores Lyons, 1969 (ara;eng)


1 Κεφ. στʹ.Ὁκόσοισι μὲν οὖν αὐτίκα ἀκμὴ αὐτίκα
2 λεπτῶς διαιτᾷν. οὐ γὰρ δέδοικας τὴν τῆς δυνάμεως κατάλυσιν
3 ἐντεῦθεν τῆς ἀκμῆς ἐπιπεσούσης ὥσπερ ἐπὶ συνάγχῃ
4 ἔτυχεν. ἐξῆν γὰρ τὸν ὅλως τῇ τοῦ πάθους ἀναστατώσει
5 ἐπίκεισθαι μηδὲν περὶ τῆς δυνάμεως εὐλαβούμενον. ὁκόσοισι
6 δὲ ἐς ὕστερον ἀκμὴ ἐς ἐκεῖνο τὸ τῆς ἀκμῆς καὶ
7 πρὸ ἐκείνου μικρὸν ἀφαιρετέον· ἔμπροσθεν δὲ πιωτέρως
8 διαιτᾷν ὡς ἀν ἐξαρκέσῃ νοσέων. ἐνθάδε γὰρ ἀμφοτέρων
9 ἅμα καὶ τοῦ πάθους καὶ τῆς δυνάμεως χρὴ στοχάζεσθαι.
10 τὸ δὲ πιωτέρως διαιτᾷν ἐστι τῆς ἐσχάτας λεπτῆς μικρὸν
11 ἁδροτέρως τρέφειν. ἐν δὲ τοῖς παροξυσμοῖς ὑποστέλλεσθαι
12 χρή. διὰ ταύτης τῆς λέξεως πάνυ διδάσκει θεραπευτικὸν
13 καὶ τεχνικὸν τὸ ἐπικειμένου βαρυτέρου παροξυσμοῦ μὴ δεῖν
14 παρατιθέναι τροφήν. εἴτε γὰρ κατ’ ἐπανάβασιν ἀεὶ γίγνοιντο
15 σφοδρότεροι παροξυσμοὶ, καλὸν τῆς δυνάμεως προερεθισμένης
16 ἐπὶ τὰς ἀφαιρέσεις παραγίνεσθαι· εἴτε πάλιν
17 μὲν κουφότερον, πάλιν δὲ βραδύτερον ἐπισημαίνοιντο, πάλιν 19.205
1 τεχνικὸν τὸ μὴ τρέφειν πρὸ τοῦ χαλεπωτέρου παροξυσμοῦ,
2 ἀλλ’ ἀεὶ μετὰ τὴν βαρυτέραν ἐπισημασίαν. ἀλλὰ παροξῦναι
3 φήσεις σημασίαν τὸ νόσημα δοὺς τὰς πρώτας ἡμέρας τὴν
4 τροφήν· καὶ οὕτως ὃν ἄῤῥωστον θεραπευσόμενον ὑπεδεξάμην
5 βλάψω. ἀλλὰ πλέον ὠφελεῖς σώσας τὴν δύναμιν· παντὶ δὲ
6 τῷ βοηθήματι βλάβη συνέζευκται. γὰρ ὠφελεῖ καὶ βλάπτει.
7 θρέψας οὖν ἐν ἀρχῇ τὸν μέλλοντα καταλύεσθαι περὶ
8 τὴν ἀκμὴν ἐπ’ ὀλίγον μὲν αὐξήσω τὸ νόσημα, ἐπὶ πολὺ δ’
9 ἀναῤῥώσω τὴν δύναμιν. δεδοξασμένος τὴν οὔτε δύναμιν
10 ἀνακτήσασθαι παροξῦναί τε τὸ νόσημα, ἄντικρυς θάνατον
11 οἴσει. αἱ δὲ καταρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν
12 ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότεραί εἰσι. φανερὸν
13 οὖν ὡς οὐχ ἑκὼν ἐν ταῖς πρώταις ἡμέραις ἐπὶ τὴν δόσιν
14 ἔρχεται τῆς τροφῆς, ἀλλ’ ὥσπερ ἐν στενοχωρίᾳ τινὶ ἀπολειφθεὶς
15 τὸν ἐπιτηδειότατον ἐκλέγεται καιρόν. εἰ δὲ μηδὲν
16 εὐλαβοῖ, τεχνικώτατον ἡγεῖται  τὸ μέχρι τρίτης καὶ
17 τετάρτης ἡμέρας, ποτὲ δὲ πέμπτης καὶ πρὸς μακρότερον 19.206
1 καιρὸν σιτίων χρῆσθαι ταῖς ἀνατάσεσιν, ὅταν τῆς δυνάμεως
2 ἰσχὺς παρῇ καὶ τρόπος συναναγκάζῃ καὶ πολλή
3 τις χυμῶν ὑπόκειται περιουσία καὶ ἀντὶ φλεβοτομίας καὶ
4 ἄλλων κενωτικῶν μακροτέραν ἐκκρίνομεν ἀνάτασιν. τοῖς μὲν
5 γὰρ ἐν διατρίτῃ, τοῖς δὲ πρὸ διατρίτης, τοῖς δὲ μετὰ τὴν
6 διατρίτην καλῶς πρώτη δέδοται τροφή. καὶ καθόλου μὲν
7 δεῖ τυγχάνειν τῆς συμμετρίας. εἰ δὲ τοῦτο μὴ δυνατὸν ἐπὶ
8 τὴν πολυήμερον ῥέπειν μᾶλλον ἀνάτασιν ἤπερ ἐπὶ τὴν ταχίονα
9 τῆς τροφῆς παράθεσιν τῆς δυνάμεως μηδὲν κωλυούσης.