10
Κεφ. ζʹ.Ἀλλά τις φήσει τῶν παραχαρασσόντων τὴν
11
μέθοδον· κἀγὼ τῇ δυνάμει προσέχω· πρὸς ὅν ἐστιν εἰπεῖν·
12
καὶ πῶς βλέπεις τὴν δύναμιν; μὴ γὰρ φαίνεται. ὁ γὰρ
13
πολλάκις δοκῶν ἰσχυρός τις κατὰ τὴν πρόχειρον φαντασίαν
14
ἀσθενής ἐστι καὶ εὐδιάλυεται. ὁ γὰρ δοκῶν ἰσχυρὸς μὴ δι’
15
ὧν ἡ δύναμις γνωρίζεται· παραλαμβάνεις ἡλικίαν, ἐνιαυτοῦ
16
ὥραν, χώραν καὶ τὰ παραπλήσια. μὴ γὰρ ἔξεστί σοι τῶν 19.207
1
σφυγμῶν ἅψασθαι; ἀλλὰ μηδ’ ἂν σφυγμοῦ ἅψῃ γνωρίσεις
2
πότερον ἐν πνεύμασιν ἡ δύναμις ἢ ἐν ὑγροῖς ἢ ἐν τοῖς στερεοῖς
3
μέρεσιν. προσέχεις τὸν νοῦν ταῖς φυσικαῖς ἐνεργείαις,
4
ἵνα μὲν μανθάνῃς ἐπὶ πόσον ἡ δύναμις ἐμποδίζηται. εἰ
5
δὲ νῦν μὲν ἐπιτρέπει, ὕστερον δὲ διαλυθήσεται, δύνασαι
6
προβλέψαι εἴ τι σκοποῖς τῆς φύσεως τὰ κράματα καὶ προγιγνώσκειν
7
τὰς ἀκμάς. ἐὰν εἰδῇς τίνι μὲν μόνιμον, ἐν τίνι
8
δ’ εὐκέρατον τὴν δύναμιν, διακρινεῖς τὸν ἀπὸ τῆς μεσημβρίας
9
ἢ τὸν ἀπὸ τῆς ἄρκτου. ποσάκις δ’ ἀσθενὴς ἐδόκει
10
μένειν ἡ δύναμις, διὰ δὲ τῆς ἀφαιρέσεως τοσάκις ἀναῤῥώννυται;
11
ἄκουσον Ἱπποκράτην οὕτω διελέγχοντα τοὺς εἰκαιοτέρους
12
τῶν ἰατρῶν· οὐδὲ γὰρ τοιουτέων ὁρέω ἐμπείρους
13
τοὺς ἰητροὺς ὡς χρὴ διαγινώσκειν τὰς ἀσθενείας ἐν τῇσι
14
νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀποτελοῦνται, αἵ τε δι’ ἄλλον
15
τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς
16
νούσου. ὁκόσα τε ἡμέων ἡ φύσις καὶ ἡ ἕξις ἑκάστοισιν
17
ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα καί τοι σωτηρίην ἢ θάνατον 19.208
1
φέρει γινωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα. οὐ γὰρ
2
μικρὸν τὸ κινδύνευμα ἀγνοήσαντα πότερον μὲν ἡ δύναμις
3
δι’ ἔνδειαν καταλύεται, ὥστε προσθεῖναι τροφὴν δέωνται;
4
πότερον διὰ μέγεθος φλεγμονῆς αὔξεται ὥστε ἀφελεῖν, πότερον
5
δι’ ἄλλον τινὰ ἐρεθισμὸν, τουτέστι τροπὴν καὶ διαφθορὰν
6
τῶν παρακειμένων. ὡς γὰρ ἡ λυχναία φλὸξ καὶ
7
δι’ ἔλλειψιν τοῦ λίπους ἀποσβέννυται καὶ διὰ πολλὴν καὶ
8
ἀθρόαν ἐπίχυσιν καὶ ὅτε μὴ καθαρὸν καὶ ἀργιλῶδες ᾖ, τὸν
9
αὐτὸν τρόπον καὶ τὸ ἐν ἡμῖν θερμὸν ἡ φύσις οὖσα παραπλήσιος
10
τῇ φλογὶ καὶ ἐνδείᾳ καὶ περιουσίᾳ καὶ κακίᾳ τροφῆς
11
διαφθείρεται. ὁκόσα τε ἡ φύσις ἡμέων καὶ ἡ ἕξις ἑκάστοισιν
12
ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα. οἱ μὲν γὰρ φύσει
13
λιμώδεις, οἱ δὲ εὐπαθῆ ἔχοντες στόμαχον καὶ λειποθυμοῦντες
14
ἀπὸ τῶν ἐλαχίστων διαθέσεων μεγάλως
15
κακούμενοι καὶ ὥσπερ ἕρματα ἀεὶ δεόμενοι τῆς τροφῆς· καὶ
16
ἄλλαι δ’ εἰσὶν ἰδίως συγκρίσεις πᾶσι. διότι βλέπειν ὅπως
17
μήτε πράξωμεν ἁμαρτήματα εἴ γε τοιαύταις σχέσεσι περιπίπτωμεν. 19.209
1
μεῖζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον
2
καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν
3
ἢ ῥόφημα πλεῖον ἢ σιτίον οἰόμενος διὰ κενεαγγείην
4
ἀσθενέειν. ἀεικὲς δὲ καὶ διὰ κεναγγείην ἀσθενέοντα μὴ
5
γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον
6
καὶ αὕτη ἡ ἁμαρτὰς, πολλῷ δὲ ἧσσον τῆς ἑτέρης. καταγελαστοτέρη
7
δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης.
8
εἰ γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν καὶ γνοὺς ξυμβεβηκότα
9
δῴη καὶ φαγεῖν καὶ πιεῖν ἅ ὁ ἕτερος ἐκώλυσεν,
10
ἐπιδήλως ἂν δοκέῃ ὠφεληκέναι. τὰ τοιάδε μάλιστα καθυβρίζεται
11
τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων. δοκέει γὰρ αὐτέοισιν
12
ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὥσπερ εἰ καὶ τεθνειῶτα
13
ἀναστῆσαι. γεγράψεται οὖν καὶ περὶ τούτων σημεῖα,
14
οἶσι δεῖ ἕκαστα τουτέων διαγινώσκειν. περὶ μὲν τῶν
15
καθόλου καιρῶν τοσαῦτα καὶ περὶ τῆς πρώτης δόσεως τῆς
16
τροφῆς.