Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De diaeta Hippocratis in morbis acutis (De diaeta in morbis acutis sec. Hipp.)
urn:cts:greekLit:tlg0530.tlg037
Περὶ τῆς κατὰ τὸν Ἱπποκράτην διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων
Régime dans les maladies aiguës d’Hippocrate
Regimen in Acute Diseases According to Hippocrates (Hipp. Vict. Morb. Ac.)
editio(nes) critica(e): Westenberger, 1914; Lyons, 1969 (ara;eng)
translatio Latina: De diaeta Hippocratis in morbis acutis, 1830, vol. 19, pp. 182-221. urn:cts:greekLit:tlg0530.tlg037.verbatim-lat1
translationes recentiores Lyons, 1969 (ara;eng)


6 Κεφ. εʹ.Ἐπιστάμενος δ’ ὡς οὐ τοῦ τυχόντος ἰατροῦ
7 ἀπὸ τῆς πρώτης εἰσβολῆς τῶν νοσημάτων εἰδέναι τίνα μὲν
8 ταχέως, τίνα δὲ βραδέως ἀκμάζει, πολλὰς ἔδωκε τὰς εἰς
9 τοῦτο ἀφορμὰς διὰ πάσης μὲν τῆς συντάξεως, μάλιστα καὶ
10 διὰ τῆς δευτέρας ἐπιδημίας εἰπών· πρὸς τὰς ἀρχὰς τῶν
11 νούσων σκεπτέον εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόσει.
12 γνώσῃ, φησὶ, τὴν αὐτὴν ἀκμὴν ἐγγὺς οὖσαν εἰς μακρὰν,
13 ἐὰν καλῶς ἐπισκοπήσῃς τὴν ἐπίδοσιν. τὰ μὲν γὰρ βραδέως
14 καὶ κατὰ μικρὸν ἐπιδιδόντα βραδεῖαν, τὰ δὲ ταχέως ἐπαναβαίνοντα
15 ταχεῖαν διδάσκει τὴν ἀκμὴν· αἱ δὲ τῶν νοσημάτων
16 ἐπιδόσεις τῇσι περιόδοισι καὶ αἱ κρίσεις ἐντεῦθεν δῆλαι.
17 διὰ μὲν τῆς ἐπιδόσεως γνωρίσεις τὴν ἀκμὴν, τὴν δ’ 19.201
1 ἐπίδοσιν διὰ τῶν περιόδων. ἄλλο γὰρ τὸ καθ’ ἡμέραν ἐπισημαίνεσθαι
2 καὶ ἄλλο τὸ παρὰ μίαν δύο. καὶ τοῦτο
3 μόνον οὐκ ἠρκέσθη, προσέθηκε δὲ τὰ τεχνικώτερα. καὶ τοῖσιν
4 ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν σκεπτέον, εἰ πρωϊαίτερον
5 οὔ· καὶ εἰ πλείονα χρόνον οὔ· καὶ εἰ μᾶλλον
6 οὔ. βούλεται καὶ πρὸς τὴν ταχύνουσαν βραδύνουσαν
7 ἀκμὴν προδιαγνῶναι, παρατηρεῖν μὲν καὶ τὰ προειρημένα,
8 τουτέστι πότερον ἠπειγμένη σχεδὸν πρόεισιν ἐπίδοσις·
9 καὶ πότερον ὅτε τρόπος ἐγγὺς συνεχείας μακράν. σὺν δὲ
10 τούτοις καὶ οἱ ἐν ταῖς περιόδοις παροξυσμοὶ εἰ πρωϊαίτερον
11 οὒ, τουτέστι εἰ ταχύτερον προλαμβάνωσιν βραδύτερον
12 ἐπακολουθῶσι. οἱ μὲν γὰρ προληπτικοὶ τῆς ταχύτητος, οἱ
13 δ’ ἐφυστερητικοὶ τῆς βραδύτητος μᾶλλόν ἐστι σημεῖα. ἐπεὶ
14 δ’ ἐδύνατο προλαβὼν παροξυσμὸς καὶ προκαταλῆξαι, προσέθηκε,
15 καὶ εἰ πλείονα χρόνον οὔ. ἔτι δ’ ἐπιστάμενος ὡς
16 οὐκ ἐν τῷ μήκει μόνον τῶν παροξυσμῶν καὶ τῇ βραδύτητί
17 ἐστιν διαφορὰ, ἀλλὰ ἅμα καὶ ἐν τῇ σφοδρότητι καὶ ἀμυδρότητι·
18 καὶ δυνατὸν ἐν ἴσῳ τῆς ἐπισημασίας διαστήματι 19.202
1 χαλεπώτερόν τινα κουφότερον παροξυνθῆναι, διὰ τοῦτο
2 προσέθηκε καὶ εἰ μᾶλλον οὔ. ὅταν ἴδῃς μεγάλην διαβαίνουσαν
3 τὴν ἐπίδοσιν καὶ τὸν ἑξῆς παροξυσμὸν ἀεὶ τοῦ προηγησαμένου
4 πολλῷ μὲν ἐπιμηκέστερον, πολλῷ δὲ χαλεπώτερον,
5 γίνωσκε ὅτι αὐτίκα ἀνθεῖ. καὶ γὰρ τῶν παραχρῆμα ἀπολλυμένων
6 ταχύτεραι αἱ κρίσιες, ὅτι ταχέες οἱ πόνοι καὶ
7 ξυνεχέες καὶ ἰσχυροί. ἐκ δὲ τῶν ἐναντίων τὸ ἐναντίον. ἴσως
8 δὲ καὶ ἄλλων πρηγμάτων κοινῶν τὰ μὲν θᾶσσον βραχύτερα,
9 τὰ δὲ βραδύτερον μακρότερα. οὐ μόνον ἐν ταῖς ἐπιδημίοις,
10 ἀλλὰ καὶ ἐν τοῖς ἀφορισμοῖς δίδωσι τὰς ἐφόδους, δι’ ὧν
11 τήν τε ἐγγὺς οὖσαν ἀκμὴν τήν τε πόῤῥω προκαταλήψῃ.
12 τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ
13 νοῦσοι, καὶ γὰρ τούτων αἱ μὲν ὀξεῖαι φύσει, αἱ δὲ φύσει
14 χρόνιαι, καὶ ὧραι τοῦ ἔτεος. ὅσαι  γὰρ αὐτῷ ἀνάλογοι,
15 συλλαμβάνονται τοῖς νοσήμασιν· οὐδαμῶς μαχόμεναι
16 ταχέως ποιήσονται καὶ τὰς ἐπιδόσεις καὶ τὰς ἀκμάς. διόπερ
17 δεῖ καταμανθάνειν ἀκριβῶς ἀγαθὸν εἶναι, τι κοινὸν
18 ἐν τῇ καταστάσει ἐν τῇ νούσῳ ἐστὶ καὶ τὰς τῶν περιόδων 19.203
1 πρὸς ἀλλήλας ἐπιδόσεις. ταῦτα κοινὰ ταῖς ἐπιδημίοις. προσθήσει
2 δέ σοι καὶ ἄλλην τινὰ περιουσίαν δι’ ἧς ἐπιστήσῃ
3 τὴν ἀκμήν. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσιν
4 πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου βραχύνει·
5 ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει. πεπασμοὶ γὰρ
6 ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιείης σημαίνουσι. καὶ
7 οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ εὔκριτα καὶ δύσκριτα
8 καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα
9 δηλοῖ. ἔχεις, φησὶ, λόγων ἀφθονίαν ἐντυγχανόμενος ταῖς
10 συντάξεσι· καὶ οὐ μόνον ὀξεῖαν καὶ ἀναβεβλημένην ἀκμὴν,
11 ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προσεπιγνώσῃ. μόνον
12 πρόλαβε καὶ πιστοῦ ὅτι τὸν ἰητρὸν ἄριστόν ἐστι τὴν πρόνοιαν
13 ἐπιτηδεύειν οὐ μόνον εἰς τὴν δόξαν, ἀλλὰ καὶ πολὺ
14 πλέον εἰς θεραπείαν. ταῦτα προκαταστησάμενος οἴσει τὸν
15 λόγον ἐπὶ τὰ ἔργα.

19.204