15 κγʹ.
16 Τοῖσι πλείστοισι τουτέων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος
17 οἱ πυρετοὶ παρείποντο.
17a.117
1
Πρόδηλον δ’ ὅτι τῆς πλειάδος οὐ τῆς ἐν τῇ νῦν καταστάσει
2
οὔσης ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ἄλλην
3
κατάστασιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν
4
ἐπὶ τέλει γὰρ ἐκείνης τῆς καταστάσεως ἔγραψε· ταχὺ
5
δὲ περὶ ἀρκτοῦρον ἐν βορέοισι πολλὰ πάνυ ὕδατα καὶ μετὰ
6
τοῦτο δ’ εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως
7
ἀφιγμένης καὶ τοῦ λοιποῦ παντὸς τοῦ μετὰ τὴν ἀρκτοῦρον,
8
ὥσπερ γε καὶ τοῦ μετὰ τὸν χειμῶνα. εἰκότως οὖν ὅσα τῆς
9
πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον ἐπέφθη
10
καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδεόμενοι οἱ Θάσιοι.