1
2 Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρῶς ἀπὸ δακτύλου
3 τοῦ μεγάλου ὀρθοστάδην περιιόντι, κατεκλίθη αὐθημερὸν,
4 φρικώδης, ἀσώδης, μικρὰ ὑποθερμαινόμενος, ἐς
5 νύκτα παρεφρόνησε. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς
6 καὶ περὶ σφυρὸν ὑπέρυθρον καὶ μετὰ ξυντάσιος
7 φλυκταινίδια μέλανα, πυρετὸς ὀξὺς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης
8 ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν. ἀπέθανον ἀπὸ
9 τῆς ἀρχῆς δευτεραῖος.
11
Οὗτος ὁ ἄῤῥωστος ἄξιός ἐστι μνημονεύσθαι διὰ τὸ τάχιον
12
τῆς ἁπωλείας. εἰ δὲ προεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου τότ’
13
ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ μὲν ἐξ ὧν ἔγραψεν, ὅτι
14
πλῆθος ἦν πάμπολυ φαίνεται καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ
15
τῶν κυρίων μερῶν, αὐτὰ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ
16
δυναμένου δὲ τοῦ μορίου δέξασθαι τὸ πᾶν ὅσον ὑπέλειπε,
17
τὸ περιττὸν παλινδρομῆσαν, εἰς, τὴν κεφαλὴν 17a.289
1
ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης
2
ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα
3
φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸν σφυρόν.
4
ἄξιον οὖν ἐστὶ θαυμάσαι διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ
5
ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς
6
ἐπὶ τοὺς πλείστους ὧν ἔγραψε ἀῤῥώστων εἰσήχθη προηκούσης
7
ἤδη τῆς νόσου.