Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Epidemias I commentaria (In Hipp. Epid. I comm.)
urn:cts:greekLit:tlg0057.tlg089
Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
editio(nes) critica(e): Pfaff, 1934 (grc;deu)
translatio Latina: Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, pp. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1
translationes recentiores Pfaff, 1934 (grc;deu)

1 ξστʹ.

2 Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ τοῖσι μειρακίοισι
3 καὶ ἀκμάζουσι καὶ ἔθνησκον πλεῖστοι τούτων οἶσι
4 μὴ αἱμοῤῥάγει. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους κοιλίαι
5 ταραχώδεες δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Σιλήνῳ
6 κατακειμένῳ. ἐπεδήμησαν  δὲ καὶ δυσεντερίαι
7 κατὰ θέρος καί τισι διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι
8 ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησαν, οἷον τῷ
9 Ἐράτωνος τῷ παιδὶ καὶ Μύλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης
10 ἐς δυσεντεριώδεα κατάστασιν περιεγένοντο.



12 Μειρακίοισι μὲν ὅτι κατὰ λόγον ᾑμοῤῥάγει πρόδηλον,
13 ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις
14 ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου
15 θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἀπόθεσις
16 ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ
17 διὰ γαστρὸς ἔκκρισις ταραχώδης δυσεντεριώδης, οἷς ἐντεῦθεν 17a.170
1 ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν
2 τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων
3 οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι
4 διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη
5 τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν  αὐτῷ πολλὴν
6 θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ
7 τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται.