Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Epidemias I commentaria (In Hipp. Epid. I comm.)
urn:cts:greekLit:tlg0057.tlg089
Εἰς τὰς ἐπιδημίας (αʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies I d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics I’ (Hipp. Epid. I)
editio(nes) critica(e): Pfaff, 1934 (grc;deu)
translatio Latina: Hippocratis Epidem. I et Galeni in illum commentarius, 1828, vol. 17a, pp. 1-302. urn:cts:greekLit:tlg0057.tlg089.verbatim-lat1
translationes recentiores Pfaff, 1934 (grc;deu)

16 ιδʹ.

17 Ἔστι δ’ πρώτη κρίσιμος τῶν περιόδων ἐν ταῖς ἀρτίῃσι 17a.246
1 κρινόντων δʹ. ϛʹ. ηʹ. ιʹ. ιδʹ. κηʹ. λʹ. μηʹ. ξʹ. πʹ καὶ ρʹ.
2 ἐκ τῶν δὲ ἐν τῇσι περιττῇσι κρινόντων περιόδων
3 πρώτη γʹ. εʹ. ζʹ. θʹ. ιαʹ. ιζʹ· καʹ. κζʹ καὶ λαʹ.



5 Οὐ κυρίως μοι δοκεῖ χρῆσθαι νῦν τῇ προγηγορίᾳ τῆς
6 περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται
7 πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ
8 τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε
9  ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν.
10 πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων
11 τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ϛʹ. εἶτα τοῖς πλείστοις
12 μὲν τῶν ἀντιγράφων τῆ ηʹ καὶ ιʹ γέγραπται. κατά τινα δὲ τῇ ιδʹ
13 μετὰ τὴν ϛʹ. κʹ. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δʹ καὶ κʹ. ἐν τισὶ δʹ
14 αὐτῶν γέγραπται δʹ. καὶ λʹ. καὶ μετὰ ταύτην μʹ. μεθ’ ἢν
15 ξʹ καὶ πʹ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων 17a.247
1 νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον
2 δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην,
3 εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην,
4 εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην
5 ζʹ καὶ κʹ. ἐφ’ αʹ καὶ λʹ. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ
6 τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν
7 ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν
8 περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι,
9 περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν.
10 αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων
11 οὐκ ὀρθῶς εἰρήκασιν κηʹ καὶ ιʹ. οὐδαμῶς γάρ εἰσιν αὗται
12 κρίσιμοι.