7 ιζʹ.
8 Ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ τὰ ἄνω ἐν τοῖσι κάτω
9 ἄρθροισιν, ἀγαθόν. ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν
10 νοῦσον, ἢν μὴ ἐκπυήσῃ.
12
Ὅτι μὲν ἔτι περὶ τῶν παιδίων λέγει ταῦτα, δῆλόν ἐστι
13
διὰ τῶν ἐφεξῆς εἰρησομένων. ὅ γε μὴν λόγος οὗτος οὐ τῶν
14
ἐπὶ μέρους ἐστὶν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον
15
τῶν ἐπιδημιῶν καὶ κατὰ τοὺς ἀφορισμοὺς καὶ κατὰ τὸ
16
προγνωστικὸν εἰρημένος, ἃ προεξηγησάμεθα. βούλεται γὰρ
17
τὰς μὲν ἐκ τῶν ἄνω χωρίων, εἰς τὰ κάτω τοῦ ὀμφαλοῦ 17a.864
1
γινομένας ἀποστάσεις, ἀγαθὰς εἶναι, τὰς δὲ μὴ τοιαύτας,
2
οὐκ ἀγαθάς. ἐκλύει δ’ αὐτῶν τι τῆς κακίας, ἐὰν
3
ἐκπυήσῃ τὰ οἰδήματα. κέχρηται δὲ κᾀνταῦθα τῇ προσηγορίᾳ
4
τοῦ οἰδήματος, ἐπὶ τοῦ γενικοῦ σημαινομένου τῶν
5
παρὰ φύσιν ὄγκων, ὡς καὶ πρόσθεν εἴρηται.