10 ηʹ.
11 Ἀνθ’ οἵων αἱ νοῦσοι.
13
Τοῦτο τοῖς προγεγραμμένοις ἐπεφώνησε, δύναμιν ἔχον
14
τοιαύτην, ἀνθ’ οἵων νούσων οἷαι νοῦσοι γίνονται καλὸν ἐπίστασθαι.
15
προσυπακοῦσαι γὰρ δεῖ τοιοῦτον ὥσπερ γὰρ ὁ
16
τεταρταῖος ἐπιληψίαν ἰᾶται καὶ πυρετὸς ὁστισοῦν σπασμὸν
17
ἢ καὶ κατάῤῥουν καὶ ἆσθμα, κατὰ τὸν αὐτὸν τρόπον 17b.344
1
ὀφθαλμίαν μὲν διάῤῥοια, λειεντερίαν δὲ ὀξυρεγμία καὶ
2
πλευρῖτις περιπνευμονίαν, λήθαργον φρενῖτις. ἔμπαλιν δὲ
3
οὐκ ἐπ’ ἀγαθῷ φρενῖτις μὲν εἰς λήθαργον, πλευρῖτις δὲ εἰς
4
περιπνευμονίαν μεταπίπτει. καὶ μὴν καὶ μελαγχολίαν αἱμοῤῥοῒς
5
ὤφθη πολλάκις ἀρχομένην γε κωλύουσα καὶ ἤδη γεγενημένην
6
ἰασαμένη καὶ σπλῆνα σκιῤῥούμενον, ἀλλὰ καὶ οἱ
7
κιρσοὶ τὰ αὐτὰ τοιαῦτα θεραπεύουσι, ποδάγρας τε καὶ
8
ἀρθρίτιδας.