10 ιστʹ.
11 Τὰ σχήματα τὰ ῥηίζοντα μᾶλλον, οἷον ὁ τὰ κλήματα
12 τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπὲρ ὀδυνάων κατακείμενος,
13 λαβόμενος πασσάλου ἄκρον ὑπερπεπηγότος, εἴχετο
14 καὶ ἐρήϊσεν.
16
Αὐτὸ μὲν τὸ λεγόμενον εὔδηλόν ἐστιν. αἰτίαν δὲ αὐτοῦ
17
χαλεπὸν εἰπεῖν, ὅτι μήτε ὁ Ἱπποκράτης ἔγραψε, καίτοι
18
δυνάμενος, ἤτοι γε ἐξαιφνίδιον αὐτῷ γενέσθαι τὴν ὀδύνην 17b.48
1
εἰπὼν ἢ κατὰ βραχὺ λαβεῖν τὴν αὔξησιν, ἄρξασθαί τε ἐνεργοῦντι
2
περὶ τὴν τῶν κλημάτων πλοκὴν ἢ μετ’ αὐτὴν εὐθέως
3
ἢ κατ’ ἄλλον τινὰ χρόνον τῆς ἡμέρας ἢ τῆς νυκτός.
4
ἀλλ’ οὐδὲ τί μόριον ἦν, ᾧπερ ἡ ὀδύνη, λέλεκται.
5
τὴν χεῖρα δὲ ἡγοῦνται διὰ τὸ τοῦ παττάλου λαμβανόμενον
6
αὐτὸν ὠφεληθῆναι. εἰ μὲν οὖν ἐκοπώθη στρέφων αὐτὸς
7
τὰ κλήματα, ἀπίθανον οὐκ ἂν εἴη διὰ σχήματος αὐτὸν
8
τοιούτου ῥαΐσαι. τὸ γὰρ ἀνώδυνον τῆς χειρὸς σχῆμα διά
9
τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ κατ’ ἰητρεῖον, ὁποῖον ἐστίν.
10
εἰ δέ τις ἐν τῷ περιστρέφειν τὴν χεῖρα διαστροφὴ μυὸς
11
ἐγένετο περὶ τὸν ἄνθρωπον ἢ καὶ πνεῦμα φυσῶδες ἐναπελείφθη
12
μεταξὺ δυοῖν μυῶν οὐκ ἔχον διέξοδον, εἰκὸς ἦν ἐν
13
ἐπιτηδείῳ σχήματι, καθ’ ὃ κενωθῆναι συνέβη τὸ πνεῦμα,
14
ῥαΐσαι τὸν περιωδυνῶντα.
17b.49