Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Epidemias VI commentaria (In Hipp. Epid. VI comm.)
urn:cts:greekLit:tlg0057.tlg091
Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
editio(nes) critica(e): Pfaff, 1956 (grc;deu)
translatio Latina: Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, pp. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1
translationes recentiores Pfaff, 1956 (grc;deu)

7 ιστʹ.

8 Ὕπνος ἐμψύχει ἐπιβεβλημένῳ.



10 Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην
11 ἐξηγοῦνται τὴν ῥῆσιν. ἐμοὶ δ’ ἄμεινον εἶναι δοκεῖ συνάπτειν
12 αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε.
13 ἐν θέρμῳ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν, ὕπνος ἐν
14 ψύχει ἐπιβεβλημμένῳ. τῆς ἐμψύχει λέξεως τὴν πρώτην
15 συλλαβὴν διὰ τοῦ μ γραφόντων τε καὶ λεγόντων ἡμῶν διὰ
16 τοῦ ν, γενήσεται γὰρ οὕτως ἄρθρον ὡς εἰ καὶ ἐν τῷ ψύχει
17 τις ἔφη. τοὺς γὰρ ἀμετρώτερον ἔχοντας θερμὴν τὴν κρᾶσιν,
18 ἄμεινόν ἐστιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένους ἕλκειν 17b.173
1 εἴσω διὰ τῆς εἰσπνοῆς τὸν ἀέρα, ψυχρὸν ὄντα δηλονότι καὶ
2 μάλισθ’ ὅτι κατὰ τοὺς ὕπνους εἴσω τοῦ σώματος ὑποχωρεῖ
3 τὸ θερμόν. ἀλλ’ ἐὰν ὥσπερ ἐν τοῖς ὕπνοις ἀπολιπόντος
4 τὴν ἐκτὸς ἐπιφάνειαν αὐτοῦ τὸ βάθος τοῦ σώματος γένεται
5 θερμότερον, οὕτω καὶ διὰ  τὸ περιέχον, ἐμψυχομένων
6 τῶν κατὰ τὸ δέρμα θερμαίνεται τὰ διὰ τοῦ βάθους,
7 οὐ τελέως ἄνθρωπος ἐμψυχθήσεται διὰ τῆς εἰσπνοῆς.
8 ἄμεινον οὖν ἐστιν ἀντισπᾷν μὲν εἰς τὸ δέρμα τὴν θερμασίαν,
9 ἐπιβλήμασι θερμαίνουσιν, εἰσπνεῖν δὲ ψυχρὸν ὡς ἑκατέρωθεν
10 εἰς μετριότητα κράσεως ἄγηται τὸ θερμὸν σῶμα.
11 κάλλιστον μὲν οὖν ἐστιν, ὡς ἔφην, συνάπτειν τοῖς προειρημένοις
12 κατὰ τήνδε τὴν λέξιν εἰρημένην. χωρίζοντες δὲ αὐτὴν
13 οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐ μόνον ταῖς
14 ἐνθέρμοις φύσεσιν, ἀλλὰ πᾶσιν ἀνθρώποις οἴονται κοινῇ
15 συμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχροτέρῳ, χάριν τοῦ τὴν
16 ἀθροιζομένην ἐν τῷ βάθει θερμασίαν ἐμψύχεσθαι, περιβεβλῆσθαι
17 δ’ ἕνεκα τοῦ μὴ πᾶσαν ἀμέτρως εἴσω συννεύειν,
18 προσερχομένης τῆς ἐκ τοῦ καταψύχεσθαι τὰ κατὰ τὸ δέρμα 17b.174
1 μόρια, διὰ τὸν ἔξωθεν ἀέρα θερμασίας τῇ κατὰ τοὺς ὕπνους
2 ἀθροιζομένῃ. τοῦτο δ’ ἀληθὲς ἐπὶ πολλῶν ἐστι φύσεων,
3 οὐ μὴν ἐπὶ πασῶν γε. καθάπερ γὰρ, ὅσοι τοῦ συμμέτρου
4 θερμοτέραν ἔχουσι τὴν κρᾶσιν, ἄμεινον ἐμψύχειν αὐτοὺς,
5 οὕτως ὅσοι ψυχροτέραν ἔχουσι τὴν κρᾶσιν ἐκθερμαίνειν.
6 ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἐχώρισαν
7 τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντες αὐτὴν ταύτην
8 ἰδίᾳ μὲν ἀνέγνωσαν, ὕπνος ἐμψύχει τὴν πρώτην συλλαβὴν
9 τῆς ἐμψύχει φωνῆς διὰ τοῦ μ γράψαντες, ὡς ἓν γενέσθαι
10 ῥῆμα τὸ ἐμψύχει, παραπλησίως εἰρημένον τῷ καταψύχει
11 καὶ μὴ δύο μέρη τοῦ λόγου, πρόθεσιν μὲν τὸ πρότερον,
12 ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆς ῥῆσιν ἀναγκαίως
13 ἑνώσαντες τῷ τέλει τῆς προκειμένης ἀναγινώσκουσιν ὡδί
14 πως. ἐπιβεβλημένῳ ὕπνος ἑδραῖος, ὀρθῶν νυσταγμός· ἐπιβεβλημένῳ
15 φάσκοντες ἀντὶ τοῦ κατακειμένῳ λελέχθαι. τοῦτο
16 δὲ πρὸς τὸ βιαίως μετενηνέχθαι τὴν κατακειμένῳ φωνὴν εἰς
17 τὴν ἐπιβεβλημένῳ καὶ ἄλλως ἐστὶν εὐτελές τε καὶ ἄχρηστον,  17b.175
1 ἀκούειν ἡμᾶς ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ σώματος
2 διάθεσιν, ἐν μὲν τῷ κατακεῖσθαι τὴν ἑδραῖόν τε καὶ βέβαιον
3 ὕπνον, ἑστῶσι δὲ νυσταγμὸν ἐργάζεσθαι.