ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Α.
1
Κεφ. αʹ.Ὥσπερ τῶν ζώων ἕκαστον ἓν εἶναι λέγεται
2
τῷ φαίνεσθαι κατά τινα περιγραφὴν ἰδίαν μηδαμῆ τοῖς
3
ἄλλοις ξυνημμένον, οὕτω καὶ τῶν μορίων αὐτοῦ τὸ μὲν
4
ὀφθαλμὸς, τὸ δὲ ῥὶς, τὸ δὲ γλῶττα, τὸ δ’ ἐγκέφαλος ἓν
5
εἶναι λέγεται τῷ φαίνεσθαι περιγραφὴν ἰδίαν ἔχον. εἰ δὲ μὴ
6
συνῆπτο κατά τι τοῖς πέλας, ἀλλὰ πάντως κεχώριστο, τότ’
7
ἂν οὐδὲ μόριον ἦν ὅλως, ἀλλ’ ἁπλῶς ἕν. ὥσθ’ ὅσα σώματα 3.2
1
μήτε πάντη περιγραφὴν ἰδίαν ἔχει, μήτε πάντη συνῆπται
2
πρὸς ἕτερα, μόρια ταῦτα κέκληται. καὶ εἰ τοῦτο, πολλὰ
3
τῶν ζώων ἔσται μόρια, τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω, τὰ
4
δὲ καὶ παντάπασιν εἰς ἕτερον εἶδος ἄτμητα.