ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Η.
1
Κεφ. αʹ.Ὁ δὲ πνεύμων ὅτι μὲν ἀναπνοῆς τε καὶ
2
φωνῆς ἐστιν ὄργανον, ἔμπροσθεν εἴρηται· διότι δὲ ἐκ τοσούτων
3
καὶ τοιούτων ἐγένετο μορίων, οἷά περ καὶ ὅσα νῦν ἐστιν
4
αὐτοῦ, καὶ ὧς οὔτε πλείω τούτων οὔτ’ ἐλάττω βέλτιον ἦν ἔχειν
5
αὐτὸν, ἀλλ’ οὐδὲ τοῖς ὄγκοις τοῦ σώματος, ἢ τοῖς σχήμασιν,
6
ἢ ταῖς συστάσεσιν, ἢ τῇ διαπλάσει παραλλάττοντα,
7
κατὰ τὸν ἐνεστῶτα λόγον εἰρήσεται, τὴν ἀρχὴν κᾀνταῦθα
8
ποιησαμένοις ἡμῖν, ὥσπερ εἰκὸς, αὐτὴν τὴν ἱστορίαν τῶν 3.517
1
τοῦ πνεύμονος μορίων, ἣν ὅτι μὲν ἀνατέμνοντα τὰ ζῶα
2
θεάσασθαι χρὴ, καὶ μὴ δοκεῖν ἱκανὸν εἶναι λόγον μηδένα
3
ταῖς αἰσθήσεσιν ὁμοίως ἐκδιδάξειν ἅπαντα τὰ κατὰ τὸ
4
σπλάγχνον φαινόμενα, παντὶ τοῦτό γε πρόδηλον. οὐ μὴν
5
ἀποκνητέον γε τούτου χάριν ἐξηγήσασθαι τῷ λόγῳ τὴν κατασκευὴν
6
αὐτοῦ, τοὺς μὲν ἀνατετμηκότας ἀναμιμνήσκοντας,
7
τοὺς δ’ ὅλως ἀγνοοῦντας προδιδάσκοντας.