10
Κεφ. ιʹ. Ἐφεξῆς δὲ τούτων ἐκ πλαγίων μερῶν
11
τῆς κεφαλῆς ἐπὶ τὰ λιθοειδῆ τῶν ὀστῶν εἰσιν ἀποφύσεις,
12
πέμπτη τις αὕτη συζυγία νεύρων, οὐδέπω σκληρῶν οὐδ’ αὐτῶν.
13
σχισθεῖσα δ’ εἰς δύο μέρη κατ’ αὐτὴν τὴν ἐν τοῖς
14
ὀστοῖς δίοδον, εἰς μὲν τὸν ἀκουστικὸν πόρον θάτερον, εἰς
15
δὲ τὸ τυφλὸν καλούμενον τρῆμα τὸ λοιπὸν ἐμβάλλει μόριον.
16
οὐ μὴν τυφλόν γε ὄντως ἐστὶν, ὥσπερ καὶ λέγεται, ἀλλ’
17
οἶμαι, τοὺς πρώτους αὐτῷ θεμένους τοὔνομα, καθιέντας ἢ
18
σχοινίον ἢ ὑείαν τρίχα κᾄπειτα μὴ δυναμένους διεκβαλεῖν, 3.724
1
αὐτόθι που τελευτᾷν ὑπολαβεῖν. ἔστι δ’ οὐχ ἡ τυφλότης
2
αἰτία τοῦ μὴ διεκπίπτειν, ἀλλ’ ἡ σκολιότης τοῦ πόρου.
3
περικόπτοντι δέ σοι κατ’ ὀλίγον τὸ πᾶν ὀστοῦν καὶ
4
γυμνοῦντι τὸ νεῦρον αἵ θ’ ἕλικες αἱ κατ’ αὐτὸ φωραθήσονται
5
καὶ τὸ νεῦρον εἰς τὸ ἐκτὸς ἐκπίπτον φανεῖται
6
παρὰ τὸ οὖς. ἀλλὰ περὶ μὲν τῶν ἀκουστικῶν νεύρων τῆς
7
φύσεως εἴρηται πρόσθεν· περὶ δὲ τῶν διὰ τοῦ τυφλοῦ τρήματος
8
διεκπιπτόντων ἐν τῇ τῶν ἐκτὸς τοῦ κρανίου διηγήσει
9
ῥηθήσεται.