ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ε.
1
Κεφ. αʹ.Σκοπεῖν δὲ χρὴ τοὐντεῦθεν, εἰς τίνα ποτὲ
2
χώραν ἄμεινεν ἦν τῇ φύσει καταγαγεῖν τὴν ἐξ ἥπατος φλέβα
3
τὴν μεγάλην, τὴν τὰς ἐκ τοῦ μεσαραίου πάσας ἐκδεχομένην·
4
ἐχρῆν γὰρ δήπου τὴν αὐτὴν ταύτην φλέβα καὶ τὰς ἐκ τῆς
5
γαστρός τε καὶ τοῦ σπληνὸς ὑποδέξασθαι. τὰ δ’ αὐτὰ καὶ
6
περὶ τῆς ἀρτηρίας, ἣν ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης ἀποβλαστάνειν
7
ἔφαμεν, εἰρῆσθαι νόμιζε. καὶ μέν γε καὶ τῆς
8
κύστεως τῆς ἐπὶ τῷ ἥπατι τοὺς ἀποφυομένους πόρους, 3.341
1
οἷς ἔμελλεν ἐκκενώσεσθαι τὴν χολὴν, ἐχρῆν, οἶμαι, καὶ αὐτοὺς
2
ἐλθεῖν, οὐκ εἰς ὃν ἔτυχε τόπον τῆς γαστρὸς ἢ τῶν
3
ἐντέρων, ἀλλ’ εἰς ὃν αὐτοῖς γε ἦν ἀσφαλὲς εἶναι, κᾀκείνοις
4
ἄλυπον ὑποδέχεσθαι τοιοῦτον περίττωμα. σκοπεῖσθαι δὴ
5
πάρεστιν, εἴ τινα βελτίω τόπον ἕτερον ἔχομεν εἰπεῖν, ὃν ἡ
6
φύσις παριδοῦσα πρὸς τὸ χεῖρόν τε καὶ σφαλερώτερον
7
ἕκαστον τῶν εἰρημένων ἤγαγεν.