Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De usu partium (De usu part.)
urn:cts:greekLit:tlg0057.tlg017
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
editio(nes) critica(e): Helmreich, 1909; Helmreich, 1907
translatio Latina: De usu partium corporis humani, 1822, vol. 3-4, pp. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
translationes recentiores Daremberg, 1854/1856 (fra); Kondrat'ev, 1971 (rus); López Salvá, 2010 (spa); Galeno, 2009 (spa); Garofalo, 1978 (ita); Tallmadge-May, 1968 (grc;eng); Nöldeke, 1805 (deu)


5 Κεφ. ζʹ.Ἵν’ οὖν μὴ συνεπίπτῃ κατὰ μηδένα τῶν ἐν
6 αὐτοῖς πόρων τοῖς οὔροις, ὥσπερ τὸ λεπτὸν χολῶδες, οὕτω
7 καὶ τὸ αἷμα, πυκνὸν ἄμεινον ἦν αὐτῶν ἐργάσασθαι τὸ σῶμα·
8 τοῦ δέ γε σπληνὸς τοὐναντίον (ὡς ἔμπροσθεν ἐδείκνυτο)
9 χαῦνον ἱκανῶς καὶ μανὸν, εἰς γὰρ τὸ διὰ μακροῦ παχὺν
10 ἕλκειν χυμὸν ἐπιτηδειότερον τοῦτο, καὶ φόβος οὐδεὶς ἦν
11 ἀκολουθῆσαί τι καὶ τοῦ αἵματος. οὐδὲ γὰρ αὐτὸ τὸ μελαγχολικὸν
12 περίττωμα παραχρῆμα, πρὶν κατεργάσασθαι καὶ
13 πέψαι καὶ μεταβαλεῖν, ἀποκρίνειν ἔμελλεν, ὥσπερ οἱ νεφροὶ
14 τὸ οὖρον, ἀλλ’ ἐπὶ πλεῖστον καθέξειν τε καὶ ἀλλοιώσειν
15 καὶ τροφὴν ἑαυτῷ ποιήσεσθαι. καλῶς οὖν κᾀκεῖνος
16 χαῦνος ἐγένετο, καὶ οἱ νεφροὶ πυκνοί. καὶ τρίτου πρὸς τὴν
17 σφῶν αὐτῶν θρέψιν οὐδενὸς ἐδεήθησαν ἀγγείου παρὰ τὰ 3.374
1 δύο τὰ μεγάλα, τοῦ τ’ ἀπὸ τῆς ἀρτηρίας τῆς ἐπὶ ῥάχει καὶ
2 τῆς κοίλης φλεβός. δὲ τὴν ξανθὴν χολὴν ὑποδεχομένη
3 κύστις, ὥσπερ καὶ τὸ οὖρον, ἀκέραιον ἑκάτεραι καὶ
4 ἄμικτον ἕλκουσαι τὸ ἴδιον περίττωμα, κατὰ λόγον ἀγγείων
5 ἑτέρων τὴν τροφὴν αὐταῖς χορηγησόντων ἐδεήθησαν. ἐπεὶ
6 δὲ πολὺ πλεῖόν ἐστι τῆς ξανθῆς χολῆς ὀῤῥώδης ὑγρότης,
7 μείζονα δίκαιον ἦν αὐτῆς γενέσθαι τὴν ὑποδοχήν. ἐπεὶ δὲ
8 μείζων ἐγένετο,  καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων
9 εὐλόγως ἐδεήθη μειζόνων. καὶ τοίνυν τηλικοῦτον ἕκαστον
10 ἰδεῖν ἐστιν ἐν ἑκατέρᾳ τῶν κύστεων, ἡλίκον ἔπρεπε μάλιστα
11 κατ’ ἀναλογίαν τῆς τε χρείας αὐταῖς ὑπάρχειν καὶ
12 τοῦ μεγέθους.