ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Μ.
1
Κεφ. αʹ.Ἐπεὶ δὲ περὶ τῶν ἰδίων μορίων τῆς κεφαλῆς
2
ἁπάντων εἴρηται, δέον ἂν εἴη καὶ περὶ τῶν κοινῶν
3
αὐτῇ πρὸς τὸν τράχηλον ἐφεξῆς εἰπεῖν. ἔστι δὲ κοινὰ μόρια
4
τραχήλου καὶ κεφαλῆς, δι’ ὧν ἐπινεύομέν τε καὶ ἀνανεύομεν,
5
καὶ περιάγομεν αὐτὴν εἰς τὰ πλάγια. τῶν γὰρ
6
τοιούτων οὐδὲν οὔτε διαρθρώσεως οἷόν τε γενέσθαι χωρὶς,
7
οὔτε συνδέσμων, οὔτε μυῶν. ἀλλ’ ἥ τε διάρθρωσις ὀστῶν
8
ἐστι σύνθεσις, ἕνεκα τῆς καθ’ ὁρμὴν κινήσεως γεγενημένη, 4.2
1
καὶ δῆλον, ὡς πάντως οὐκ ἐλάττω χρὴ δυοῖν εἶναι τὰ συνταττόμενα,
2
τῶν τε συνδέσμων ἕκαστος, ὡσαύτως δὲ καὶ
3
τῶν μυῶν ἐκ θατέρου τῶν ὀστῶν ἐκφυόμενος εἰς θάτερον
4
καταφύεται. κᾀν τῷδε δῆλον, ὡς καὶ διάρθρωσις ἅπασα
5
καὶ σύνδεσμος καὶ μῦς ἐν τῇ πρὸς ἄλληλα τῶν ἄρθρων
6
τέτακται συνθέσει, καὶ προσηκόντως ἐλέχθη τῶν κοινῶν
7
εἶναι μορίων.