15
Κεφ. ιθʹ.Εἴρηταί μοι σχεδὸν περὶ πάντων τῶν ἐν
16
ταῖς χερσὶ μορίων. ἀρτηρίαι γὰρ καὶ φλέβες καὶ νεῦρα
17
κοινὰ παντός ἐστι τοῦ σώματος ὄργανα, καὶ διὰ τοῦθ’, ὡς
18
καὶ πρόσθεν ἔφαμεν, ὅταν ὁ περὶ τῶν μορίων ἁπάντων
19
συμπληρωθῇ λόγος, ἐπ’ ἐκεῖνα μεταβησόμεθα. καὶ μέντοι 3.167
1
καὶ περὶ τοῦ μεγέθους τε καὶ τῆς θέσεως ὅλων τῶν χειρῶν ἐπὶ
2
τελευτῆς εἰρήσεται μετὰ καὶ τῶν ἄλλων ἁπάντων· ἀλλήλοις
3
γὰρ αὐτὰ χρὴ παραβάλλοντα καὶ τοῖς μεγέθεσι δεικνύναι
4
καὶ ταῖς συντάξεσιν εὖ διακείμενα. καταπαύσαντες
5
οὖν ἐνταῦθα τὸν περὶ τῶν χειρῶν λόγον, ἐπὶ τὰ σκέλη μεταβησόμεθα
6
διὰ τὴν τῆς κατασκευῆς ὁμοιότητα· τὴν γὰρ
7
τῶν κινούντων τὸ κατ’ ὦμον ἄρθρον μυῶν ἐξήγησιν ἐν τῷ
8
τρισκαιδεκάτῳ τῶνδε τῶν ὑπομνημάτων ποιησόμεθα σὺν τῷ
9
λοιπῷ περὶ αὐτοῦ τε καὶ τῶν ὠμοπλατῶν λόγῳ παντί.