12
Κεφ. ιηʹ. Ἐπὶ δὲ τὰς ὑπολοίπους χρείας τῶν
13
κατὰ τὸν λάρυγγα φαινομένων τε καὶ γιγνομένων αὖθις
14
ἐπανέλθωμεν. ἐλέγετο δὴ πρόσθεν, ὡς ὁ δεσμὸς ὁ ὑμενώδης,
15
ὁ τὰ σιγμοειδῆ τῶν χόνδρων ἀναπληρῶν, κοινωνίαν παρείχετο
16
τῷ τε τοῦ στομάχου πόρῳ καὶ τῷ τῆς τραχείας ἀρτηρίας.
17
ἐλέγετο δὲ καὶ ὡς, εἴπερ ἦν κᾀνταῦθα περιφερὴς
18
ἡ ἀρτηρία, στενοχωρίαν ἂν ἀπειργάσατο τῇ τῶν σιτίων ὁδῷ. 3.591
1
ταύτην οὖν τὴν στενοχωρίαν ἀναγκαῖόν ἐστι γίνεσθαι τῷ
2
στομάχῳ κατὰ τὸν λάρυγγα, πανταχόθεν ὑπάρχοντα χονδρώδη.
3
πῶς οὖν οὐ στενοχωρεῖται καταπινόντων τὰ σιτία;
4
πῶς δ’ ἄλλως οὐ πάνυ, ἢ κατασπώμενος μὲν αὐτὸς, ἀνατρέχοντος
5
δὲ τοῦ λάρυγγος· ὑπαλλάττεται γὰρ οὕτως ἡ θέσις
6
αὐτῶν, ὥστε τὴν μὲν ἀρχὴν τοῦ στομάχου κατὰ τὴν
7
τραχεῖαν ἀρτηρίαν γίγνεσθαι, τὸν λάρυγγα δ’ ἀνατρέχειν εἰς
8
τὴν φάρυγγα.