ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ξ.
1
Κεφ. αʹ.Τριῶν ὄντων σκοπῶν τῇ φύσει τῶν πρώτων
2
ἐν τῇ κατασκευῇ τῶν τοῦ ζώου μορίων, ( ἢ γὰρ ἕνεκα
3
τοῦ ζῇν ἐδημιούργησεν αὐτὰ, καθάπερ ἐγκέφαλον, καὶ καρδίαν,
4
καὶ ἧπαρ, ἢ τοῦ βέλτιον ζῇν, ὡς ὀφθαλμοὺς, καὶ
5
ὦτα, καὶ ῥῖνας, καὶ χεῖρας, ἢ τῆς τοῦ γένους διαδοχῆς,
6
ὡς αἰδοῖα,) καὶ ὄρχεις, καὶ μήτρας, ὅτι μὲν οὐδὲν τῶν εἰς
7
αὐτὸ τὸ ζῇν, ἀλλ’ οὐδὲ εἰς τὸ κάλλιον ζῇν γεγονότων, 4.143
1
ἑτέρως ἠδύνατο βέλτιον, ἢ ὡς νῦν ἔχει, κατεσκευάσθαι, διὰ
2
τῶν ἔμπροσθεν αὐτάρκως ἀποδέδεικται. λείποι δ’ ἂν ἔτι τὰ
3
τῆς τοῦ γένους ἕνεκα διαδοχῆς ἡμῖν ὑπάρχοντα μόρια διελθεῖν
4
τῷ λόγῳ.