Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De usu partium (De usu part.)
urn:cts:greekLit:tlg0057.tlg017
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
editio(nes) critica(e): Helmreich, 1909; Helmreich, 1907
translatio Latina: De usu partium corporis humani, 1822, vol. 3-4, pp. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
translationes recentiores Daremberg, 1854/1856 (fra); Kondrat'ev, 1971 (rus); López Salvá, 2010 (spa); Galeno, 2009 (spa); Garofalo, 1978 (ita); Tallmadge-May, 1968 (grc;eng); Nöldeke, 1805 (deu)


11 Κεφ. στʹ. Ταύτας οὖν τὰς λεπτὰς ὑγρότητας, ὅταν
12 τὸ σφέτερον ἔργον πληρώσωσιν, οὐκέτ’ ἐν τῷ σώματι χρὴ
13 μένειν, ἄχθος ἀλλότριον ἐσομένας ταῖς φλεψί. καὶ ταύτης
14 ἕνεκα τῆς χρείας οἱ νεφροὶ γεγόνασιν, ὄργανα κοῖλα στομάχοις
15 τοῖς μὲν ἕλκοντα, τοῖς δ’ ἐκπέμποντα τὸ λεπτὸν
16 τοῦτο καὶ ὑδατῶδες περίττωμα. παράκεινται δ’ ἑκατέρωθεν
17 τῇ κοίλῃ φλεβὶ, τῇ μικρῷ πρόσθεν ῥηθείσῃ τῇ μεγίστῃ,
18 μικρὸν ὑποκάτω τοῦ ἥπατος, ὥστε πᾶν, ὅσον ἂν 3.274
1 εἰς αὐτὴν αἷμα παραλαμβάνηται, παραχρῆμα καθαίρεσθαι,
2 καὶ μόνον ἔτι τὸ καθαρὸν ἰέναι πάντη τοῦ σώματος, βραχείας
3 παντάπασιν ἀναμεμιγμένης αὐτῷ τινος ὑδατώδους ὑγρότητος.
4 οὐ γὰρ ἔτι γε δὴ δεῖται πολλοῦ τούτου τοῦ ὀχήματος,
5 ὡς ἂν εὐρείαις μὲν ὁδοῖς τοὐντεῦθεν ἐνεχθησόμενον,
6 εὔρουν δ’ ἤδη τῇ χύσει γεγενημένον, ἣν ἐκ τῆς θερμότητος,
7 πρώτης μὲν τῇς κατὰ τὸ ἧπαρ ἐκτήσατο, δευτέρας δὲ καὶ
8 πολὺ σφοδροτέρας ἐπικτᾶται τῆς ἀπὸ καρδίας, ἐπὶ μὲν
9 ἡμῶν καὶ τῶν τετραπόδων ζώων ἁπάντων εἰς τὴν δεξιὰν
10 κοιλίαν αὐτῆς καταφυομένης τῆς κοίλης φλεβὸς, ἐπὶ δὲ
11 τῶν οὐκ ἐχόντων ταύτην τὴν κοιλίαν ἐκ τῆς πρὸς τὰς ἀρτηρίας
12 ἀναστομώσεως μεταλαμβανουσῶν τῶν καθ’ ὅλον τὸ
13 ζῶον φλεβῶν τῆς ἐν καρδίᾳ θερμασίας. εἴρηται δὲ περὶ
14 πάντων τούτων ἐν ἑτέροις. καὶ νῦν (ὅπερ ἐῤῥέθη κατ’ ἀρχὰς
15 εὐθὺς τῆς ὅλης πραγματείας) ἀπόδειξιν μὲν οὐδεμιᾶς ἐνεργείας
16 πρόκειται λέγειν· ἐπεὶ δ’ οὐκ ἐνδέχεται τῶν μορίων
17 ἐξευρίσκειν τὰς χρείας, ἀγνοουμένων ἔτι τῶν ἐνεργειῶν,
18 διὸ ἀεὶ περὶ ἐνεργειῶν μνημονεύοντες ἐπὶ τὰς χρείας 3.275
1 εὐθέως μεταβησόμεθα, τὴν ἀρχὴν ἀπὸ τῆς γαστρὸς
2 ποιησάμενοι.