ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩ
ΛΟΓΟΣ Λ.
1
Κεφ. αʹ.Ὅσον οὖν ἔθ’ ὑπόλοιπόν ἐστιν ἁπάσης
2
τῆς κεφαλῆς ἐξηγήσεως δεόμενον, ἐν τῷδε λελέξεται. λείπεται
3
δ’, ὡς ἔοικεν, ὅλον μὲν ὀλίγου δεῖν τὸ πρόσωπον,
4
ἔνια δὲ καὶ τῶν ὑπερκειμένων, ὥσπερ οἵ τε κροταφῖται
5
καλούμενοι μύες, ἥ τε τῶν ὤτων φύσις ἡ ἔξωθεν ἐπικειμένη.
6
περὶ μὲν γὰρ αὐτῆς τῆς ἔνδον βάσεως αὐτῶν, ἵνα
7
πρῶτον ἡ τῆς φωνῆς αἴσθησις γίνεται, πρότερον εἴρηται.
8
καὶ μέν γε καὶ περὶ τῶν κροταφιτῶν μυῶν τό γε τοσοῦτον, 3.843
1
ὡς εἷς ἑκατέρωθεν εἴς τινα κορώνην προμήκη τῆς κάτω γένυος
2
ἐμφύοιτο, καὶ ὡς ἀρχὰς νεύρων πλείονας ἑκάτερος αὐτῶν
3
ἔχει διὰ τὸ τῆς χρείας ἀναγκαῖον, ἵν’, εἰ καί ποτε πάθαι
4
μία τις ἐξ αὐτῶν ἢ δύο, διὰ γοῦν τῆς λοιπῆς ἡ κίνησις ἐκπορίζοιτο
5
τῇ κάτω γένυϊ.