ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Ζ.
1
Κεφ. αʹ.Τῶν περὶ τὴν οἰκονομίαν τῆς τροφῆς ὀργάνων
2
τῇ φύσει παρεσκευασμένων ἐξηγούμενοι τὴν κατασκευὴν
3
ἐν δυοῖν τοῖς πρὸ τούτου γράμμασιν, ἄχρι μὲν τοῦ
4
διαφράγματος ἠγάγομεν τῷ λόγῳ τὴν κοίλην φλέβα· τὸ δὲ
5
ἀπὸ τοῦδε τῇ τῶν ἐν θώρακι μορίων ἐξηγήσει συναναγράφειν
6
ἄμεινον εἶναι νομίζοντες, εἰς τόνδε τὸν λόγον ἀνεβαλόμεθα.
7
καὶ μέν γε καὶ περὶ τοῦ στομάχου τῆς κοιλίας,
8
ὃν οἰσοφάγον ὀνομάζουσι, τὰ μὲν ἄλλα διεξῆλθεν ὁ 3.410
1
πρόσθεν λόγος· οἵα δέ τις ἡ διὰ τοῦ θώρακος ὁδὸς αὐτῷ,
2
καὶ ὡς οὐδ’ ἐνταῦθά τι παραλέλειπται τῇ φύσει, μὴ ὅτι
3
περιττῶς ἢ ἐλλιπῶς ἢ ἀργῶς ἐργασαμένῃ περὶ αὐτὸν, ἀλλὰ
4
μηδ’ ἐπίνοιαν ἀπολιπούσῃ κατασκευῆς ἑτέρας ἀμείνονος, εἰς
5
ταύτην ἡμῖν καὶ αὐτὰ τὴν διέξοδον ἐδόκει χρῆναι φυλάττειν.
6
οὐδὲ γὰρ οὐδὲ σαφὴς αὐτῶν ἡ ἐξήγησις ἔμελλεν ἔσεσθαι
7
τοῖς ἀγνοοῦσιν ἅπαντα τοῦ θώρακος τὰ μόρια. διὰ τοῦτ’
8
οὖν οὐδ’ ἐν ἀρχῇ περὶ αὐτῶν λεκτέον, ἀλλὰ περὶ τῆς κατασκευῆς
9
ἐκείνου τοσοῦτον ἐξηγητέον ἐστὶ πρότερον, ὅσον
10
ἀγνοούμενον μὲν ἀσαφεστέραν, εἰς γνῶσιν δ’ ἀφικόμενον
11
εὐπετεστέραν ἐργάσεται τὴν διδασκαλίαν.