Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De usu partium (De usu part.)
urn:cts:greekLit:tlg0057.tlg017
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
editio(nes) critica(e): Helmreich, 1909; Helmreich, 1907
translatio Latina: De usu partium corporis humani, 1822, vol. 3-4, pp. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
translationes recentiores Daremberg, 1854/1856 (fra); Kondrat'ev, 1971 (rus); López Salvá, 2010 (spa); Galeno, 2009 (spa); Garofalo, 1978 (ita); Tallmadge-May, 1968 (grc;eng); Nöldeke, 1805 (deu)


4 Κεφ. εʹ.Ἆρ’ οὖν ταῦτα πάντα περί τε τοὺς τιτθοὺς
5 γίνεται καὶ τὰς μήτρας, αὐτῶν τῶν ὀργάνων χρὴ πράττειν
6 εἰδότων ἐκ λογισμοῦ τινος; οὕτω μὲν οὐδ’ ὄργανα μείνειαν
7 ἂν, ἀλλὰ λογικὰ γένοιτ’ ἂν ζῶα, καιρὸν καὶ μέτρον
8 κινήσεως ἐπιστάμενα, προστεθείσης δ’ ἀνάγκης τινὸς αὐτοῖς
9 ἐν τῇ κατασκευῇ φυσικῆς, εἰς τὰς εἰρημένας ἀγούσης κινήσεις,
10 αὐτὰ μὲν  ὄργανά τε καὶ ζώου μόρια φυλαχθήσεται,
11 τέχνην δὲ θαυμαστὴν ἐνδείξεται τοῦ δημιουργοῦ; ὥσπερ
12 γὰρ οἱ τὰς τῶν πλανωμένων ἀστέρων περιόδους μιμούμενοι,
13 διά τινων ὀργάνων αὐτοῖς ἀρχὴν κινήσεως ἐνδόντες, αὐτοὶ
14 μὲν ἀπαλλάττονται, τὰ δὲ, ὡς εἰ καὶ παρὼν ἔτυχε καὶ
15 διὰ παντὸς ἐπιστάτης αὐτῶν δημιουργὸς, οὕτως ἐνεργεῖ,
16 κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ἕκαστον τῶν
17 ἐν τῷ σώματι μορίων ἀκολουθίᾳ τέ τινι καὶ διαδοχῇ
18 κινήσεως ἀπὸ τῆς πρώτης ἀρχῆς ἐνεργεῖ, μέχρι παντὸς  4.157
1 οὐδενὸς ἐπιστάτου δεόμενον. ἡμεῖς δ’ εἰ καὶ μὴ σαφῶς
2 ἐξηγήσασθαι πάντα δυνάμεθα τὰ τῆς φύσεως ἔργα, (δύσφραστα
3 γὰρ ἱκανῶς ἐστι,) νοῆσαι γοῦν αὐτὰ πειρατέον ἅπαντα.
4 καὶ πρῶτον μὲν τῆς τῶν τιτθῶν κοινωνίας πρὸς τὰς μήτρας
5 ἐξευρεῖν τὴν αἰτίαν, ἔπειτα δὲ, διὰ τί τὰ μὲν ἄῤῥενα
6 κατὰ τὸ δεξιὸν αὐτῶν κύτος εὑρίσκεται, τὰ δὲ θήλεα κατὰ
7 θάτερον, ἐξηγήσασθαι, καὶ περὶ τῆς τοῦ γάλακτος γενέσεως
8 καὶ τοῦ συναύξεσθαί τε καὶ συμμειοῦσθαι τὰς μήτρας
9 τοῖς τιτθοῖς, καὶ πρὸ τούτων ἁπάντων, οἷον μέν τι
10 τὸ ἄῤῥεν ἐστὶ τὴν φύσιν, οἷον δὲ τὸ θῆλυ. τοῦτο γὰρ
11 ἔμοιγε δοκεῖ τὸ σκέμμα καθόπερ τις ἀρχὴ καὶ πηγὴ γενήσεσθαι
12 τῆς τῶν ἄλλων εὑρέσεως. ὅτι μὲν οὖν ἀτελέστερον
13 τὸ θῆλυ τοῦ ἄῤῥενος, ὀρθῶς Ἀριστοτέλης ἐγίνωσκεν, οὐ
14 μὴν ἐπὶ τὸ τέλος γ’ ἐξίκετο τοῦ λόγου παντὸς, ἀλλ’ αὐτὴν
15 τὴν κεφαλὴν δοκεῖ μοι παραλιπεῖν, ἣν ἐγὼ νῦν προσθεῖναι
16 πειράσομαι, τὰ μὲν ὑπ’ ἐκείνου τε καλῶς ἀποδεδειγμένα
17 καὶ πρὸς Ἱπποκράτους ἔτι πρότερον ὑποθέσεις 4.158
1 τῷ λόγῳ ποιησάμενος, ὅσον δ’ ἐνδεῖ πρὸς τὸ τέλειον, αὐτὸς
2 τοῦτ’ ἐξεργασάμενος.