Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)
3.33 

ΓΑΛΗΝΟΥ ΘΡΑΣΥΒΟΥΛΟΣ
[πότερον ἰατρικῆς γυμναστικῆς ἐστι τὸ ὑγιεινόν.]


Οὐκ ἄλλα μέν, Θρασύβουλε, παραχρῆμα
περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα
δὲ συγγράψασθαι τοῖσδε τοῖς ὑπομνήμασιν ἔχω· πάντως
γάρ που γιγνώσκεις, ὡς ἀεί τε τὰ αὐτὰ περὶ τῶν
αὐτῶν διεξέρχομαι καὶ ὡς εἰς οὐδὲν ἐπιχειρῶ λέγειν,
ὧν οὔτε μέθοδον ἔμαθον οὔτ’ ἐγυμνασάμην πω κατ’
αὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως οὐ τούτῳ μόνῳ τῷ νῦν
προκειμένῳ σκέμματι τὸ γνῶναι, τί |  ποτ’ ἐστὶ τὸ ζητούμενον,
ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. αὐτὸ δὲ δὴ
τοῦτο τὸ γνῶναι διττόν ἐστιν· γὰρ τὴν ἔννοιαν
μόνην τοῦ πράγματος καὶ τὴν οὐσίαν γιγνώσκομεν.
ὅτῳ δ’ ἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ
πλέον ἐν τοῖς περὶ ἀποδείξεως, ἵναπερ καὶ τὰς ἄλλας
ἁπάσας μεθόδους ἐκτιθέμεθα, γένοιτο δ’ ἂν καὶ νῦν
δῆλον ἐξ αὐτῆς τῆς χρήσεως.