Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ
σώματος ἀγαθὰ χρὴ ποιεῖν οὔτ’ ἄλλην μέν τιν’ αὐτοῦ
δημιουργόν, ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι
δυναμένῳ διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσδεῖ·
τῷ δὲ τοῦτο μὴ δυναμένῳ δρᾶν ἢ καὶ πάντ’
ἐξαλεῖψαι τῆς διανοίας, ὅσα τοῖς κακῶς ὑπειλημμένοις
ἕπεται, δεομένῳ παμπόλλων ἔθ’ ἡγοῦμαι δεῖν. ὅτι τε
γὰρ οὐχ ἕν ἐστι τὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὑγίειά
τε καὶ ῥώμη καὶ κάλλος ὅτι τε δυνατὸν ἑτέραν μὲν
εἶναι δημιουργὸν τούτου | τέχνην, ἑτέραν δὲ φυλακτικὴν
ὅσα τ’ ἄλλα τούτοις ἑπόμενα κακῶς ἐγνώκασιν
ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν γε, ὅτι τοῦ σώματος
ἓν ἀγαθόν ἐστι, διελθεῖν ἄμεινον πρώτως τε καὶ κυρίως
λεγόμενον, ἐφ’ ὃ πάντα τὴν ἀναφορὰν ἔχει. τὰ δ’
ἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ τὰ μὲν ὡς μόρια
ἐκείνου λέγεται, τὰ δ’ ὡς αἴτια, τὰ δ’ οἷον καρπός
τις. ὥσπερ γὰρ τὸ κάλλος ἥ τ’ εὔχροια καὶ ἡ εὐσαρκία
καὶ ἡ συμμετρία καθάπερ καὶ ἄλλα τινὰ συμπληροῖ,
τί κωλύει καὶ τὸ τοῦ σώματος ἀγαθὸν ἐξ ὑγιείας καὶ
ῥώμης καὶ κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν
αὐτοῦ μὲν τοῦ σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν, 3.50
οἷον δὲ καρπόν τινα τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέργειαν
ὑπάρχειν; τί δὲ κωλύει τὴν μὲν ἐνέργειαν εἶναι
τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος, αἰτίαν δ’ αὐτοῦ τὴν
ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν τινων ὑγιαῖνον ἀκριβῶς
ἔσται τὸ σῶμα, δι’ ἄλλων δ’ ἰσχυρὸν ἢ καλόν· ***
αὐτὸ μέλλει ποιήσειν, εὐθὺς δὲτοῦτο καὶ ἀκριβῶς
ὑγιεινόν. |