Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις
τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα,
κενουμένω δ’ ὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν
ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε 3.58
τῷ κενουμένῳ, |  θατέρῳ δέ, πρὶν 〈ἂνἱκανῶς ἐκκενωθῇ,
μηδεὶς παρείη, τηνικαῦτα δ’ ἐξαίφνης ἐπιστάς τις
ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν
πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν
δ’ ἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμένων
ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ
νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα
μία τέχνη καθ’ ἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον,
διαφορὰ δ’ ἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν
τῷ ποιῷ.