Τούτους οὖν ἀποπέμψαντες — οὐ
γὰρ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψόμενοι —
τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν,
Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον
Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τ’ ἄλλοι τὴν
ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον. ἤκουσας δήπου
ἀρτίως Πλάτωνος λέγοντος, ὡς οὐδέν ἐστιν ἴδιον
ὄνομα. μὴ τοίνυν ζήτει ἕν ὄνομα κατὰ πάσης τῆς περὶ 3.86τὸ σῶμα τέχνης, οὐ γὰρ εὑρήσεις· ἀλλ’ εἴπερ ποτὲ
κατασταίης ὑπὲρ αὐτῆς εἰπεῖν, ἀρκείτω σοι Πλάτωνα
μιμησαμένῳ διελθεῖν, ὡς μιᾶς οὔσης τῆς τοῦ σώματος
θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν
δ’ ἰατρικήν, ὑγιαινόντων μὲν δηλονότι τὴν γυμναστικήν, ||
νοσούντων δὲ τὴν ἰατρικήν. ἀλλ’ ἐκεῖνο μᾶλλον
ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων
ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι
πάντες ἄνδρες, ὧν, εἰ βούλει, μνημονεύσωμεν
ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα.
λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ
τῶν Ὑγιεινῶν·
οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν, ὅστις.
δέδωκεν αὑτὸν εἰς τὴν περὶτῶν ὑγιεινῶν πραγματείαν
εἶτ’ ἐφεξῆς·
αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι.
ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν
καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν
εἶτ’ αὖθις ἔτι προελθών·
εἰ δέ τις εἴη φαυλότης. εἶτ’ ἐφεξῆς·
περὶ τὸ σῶμα, δι’ ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται,
καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προυπάρχουσιν
ἥξει, τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ
οὐχ ὑγιεινοῦ λύειν
τὸ λέγειν περὶ τούτων
ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει.
φαίνεται γὰρ οὗτος οὐ μόνον ὑγιεινήν τιν’ ὀνομάζων
τέχνην ὁμοίως τοῖς ἄλλοις ἅπασιν, ἀλλὰ | καὶ
τὸν τεχνίτην αὐτῆς ὑγιεινόν, ὥσπερ οἶμαι καὶ τὸν τῆς
ἰατρικῆς ἰατρόν, ἵνα τῆς περὶ τὸ σῶμα θεραπευτικῆς 3.87
τέχνης, ἧς οὐδὲν ἦν ὄνομα τοῖς Ἕλλησιν ἴδιον, εἰς
δύο τὰ πρῶτα τμηθείσης, ὥσπερ αὐτὰς τὰς τέχνας
ἰατρικήν τε καὶ ὑγιεινήν, οὕτω καὶ τοὺς τεχνίτας αὐτῶν
ὀνομάζωμεν ὑγιεινόν τε καὶ ἰατρόν· ὡσαύτως δὲ
καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἐχρήσαντο τοῖς ὀνόμασιν.