Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


Πολλοστὸν οὖν μέρος γίγνεται τῆς
ὑγιεινῆς τέχνης περὶ τῶν γυμνασίων ἐπιστήμη· δικαιότερον
γὰρ οἶμαι καλεῖν ἐστι γυμναστικὴν τέχνην,
ἥτις ἂν ἐπιστήμη τῆς ἐν ἅπασι τοῖς γυμνασίοις δυνάμεως,
ὡς τό γε περὶ τῶν κατὰ παλαίστραν ἐπίστασθαι
μόνον ἐσχάτως τε μικρόν ἐστι καὶ πᾶσιν ἥκιστα
χρήσιμον. ἐρέσσειν γοῦν ἄμεινόν |  ἐστι καὶ σκάπτειν
καὶ θερίζειν καὶ ἀκοντίζειν καὶ τρέχειν καὶ πηδᾶν
καὶ ἱππάζεσθαι καὶ κυνηγετεῖν ὁπλομαχεῖν τε καὶ
σχίζειν ξύλα καὶ βαστάζειν καὶ γεωργεῖν ἅπαντά τε
τἆλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον κατὰ παλαίστραν
γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν, οὐ
μόνον ὅτι πολλοστόν ἐστι μόριον τῆςὑγιεινῆς τέχνης
γυμναστική, ἐλάχιστον δ’ αὖ πάλιν ἐστὶ τῆς
γυμναστικῆς τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον ὅτι
τε τούτῳ παράκειται τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα, 3.91
καὶδιαθέσεως τινος ἀπεργαστικὸν οὐ φύσει καὶ κακοτεχνίαν
ἐπιστατοῦσαν ἔχον, ὑποδυόμενον μὲν τέλει
χρηστῷ τῆς εὐεξίας, ἄλλο δέ τι μᾶλλον εὐεξίαν ἐργαζόμενον.
ἀλλὰ τῆς μὲν τοιαύτης κακοτεχνίας οἱ δυστυχῶς
ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες ἀναφαίνονται,
τῆς δ’ ὄντως γυμναστικῆς Ἱπποκράτης καὶ προειρημένος
ἅμ’ αὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ δ’ ἐν
τοῖς κατ’ ἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς ἅμαεἴρηται
πάντα, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων.
ἀλλὰ νῦν οὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ
αὐτῶν |  ἐγνωκότας, ἀλλ’ ἐξηγεῖσθαι τοὔνομα τῆς γυμναστικῆς,
ὡς ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις
δυνάμεων, ὥσπερ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις·
ἄμφω γὰρ ταῦτα τὰ μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν
ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις, οἷς ὀλίγον ἔμπροσθεν
εἶπον.