Ἀλλ’, ὡς ἔοικεν, οὔπω κατὰ Πλάτωνα
σύνηθες ἦν τοῖς Ἕλλησιν οὔθ’ ὑγιεινὴν τὴν
τέχνην οὔτε τὸν ἐπιστήμονα καλεῖν ὑγιεινόν· οὐδὲ γὰρ
οὐδὲ τὸ τοῦ Ἱπποκράτους ὑγιεινὸν ὑγιεινόν, ἀλλὰ τὸ
μέν τι περὶ διαίτης ἐπιγέγραπται, τὸ δέ τι περὶ ὑδάτων
τε καὶ ἀέρων καὶ τόπων. τάχα δ’, ὡς ἔφην, οὐδὲ
χρείαν εἶναι διαίτης ὁ Πλάτων ἐνόμιζε τοῖς ὑγιαίνουσιν,
ἀλλ’ ἀρκεῖν μόνην γυμναστικήν. οὐδὲ γὰρ τὸ ἀναληπτικὸν
μόριον ἢ τὸ προφυλακτικὸν ἴσως ἡγεῖται
προσήκειν τῇ γυμναστικῇ· μέσα γάρ, ὡς ἔφην, αὐτὰ
τεταγμένα δυνατόν ἐστιν, ὁποτέρῳ τις βούλεται, προσνέμειν.
ἀλλ’ εἰ καὶ ταῦτά τις τοῖς ἰατροῖς ἐπιτρέψειεν, ||
ὀλίγον ἐστὶ τὸ ὑγιεινὸν ἀέρων τε πέρι καὶ ὑδάτων καὶ
χωρίων καὶ γυμνασίων καὶ σιτίων ἐπισκοπούμενον·
καίτοι γ’ οὐδὲ περὶ σιτίων ἁπάντων, ἀλλ’ ὅσα τοῖς
ὑγιαίνουσιν ἁρμόττει μόνον. τάχα δ’, ἐπειδὴ καὶ τὰ
τῶν ἀέρων τε καὶ χωρίων καὶ ὑδάτων ἔφθανεν ἤδη
γιγνώσκεσθαι τοῖς ἰατροῖς, ὡς ἂν καὶ πρώτου τοῦ
θεραπευτικοῦ μορίου συστάντος, οὐδὲν ἔτι προσεπιμαθεῖν
αὐτῶν ἐνέλιπεν εἰς τὸ μὴ μόνον ἰατροῖς ἀλλὰ
καὶ ὑγιεινοῖς γενέσθαι πλὴν τῆς περὶ τὰ γυμνάσια 3.88
τέχνης. οὔκουν οὐδ’ ἀπεικὸς οὐδ’ ἀπὸ μορίου τοῦ
προσαγορευθέντος ὀνομασθῆναι τὸ σύμπαν. ἀλλὰ τοῦτο
μὲν ὑπὲρ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος σκοπεῖσθαι.