Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ
τεχνίτου γιγνόμενον, λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ
φαίνεται σαφῶς ἤδη διὰ τῶν εἰρημένων μὲν τέχνη
τὴν ὑγίειαν ἐργαζομένη, ταύτῃ δ’ ἐξ ἀνάγκης ἐνέργειά
τε καὶ τὸ φυσικὸν κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶτον
ἐνεργῶν τεχνίτης ἵσταται, τοῦτ’ ἔστιν αὐτοῦ τὸ 3.53τέλος, ἵσταται δ’ ἐν τῷ τὴν κατὰ φύσιν ἐργάσασθαι
διάθεσιν, ἀφ’ ἧς ἐνεργοῦμεν, ὅπερ |  ἦν ὑγίεια· ταύτην
δ’ ἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ τὴν ἐνέργειαν
τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα, κἂν τεχνίτης
μὴ θέλῃ, καὶ κωλῦσαί γ’ αὐτὰ τῷ τεχνίτῃ παντάπασιν
ἀδύνατον ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ, αὐτὴν
μέντοι τὴν ὑγίειαν ἐπ’ αὐτῷ κωλύειν ἐστίν. εἰ δέ γέ
πῃ διαφθείρειεν αὐτήν, οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν κατὰ
φύσιν ἐνέργειαν τὸ κάλλος ἐκπορίσαι τῷ σώματι.
τὴν οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν , περὶ μὲν
τὴν ὑγίειαν ἀπάντων πρώτην τε καὶ καθ’ ἑαυτὴν
πραγματεύεσθαι φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς
τήν τ’ ἐνέργειαν καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι
τούτων οὐδὲν οὐδ’ ἐλλιπές, ἀλλὰ τέλεά τε καὶ πλήρη
καὶ ἄκρα. ὅπως μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος
ἀγαθὰ καὶ πῶς ἓν ὅτι τε μὴ πάντων ὡσαύτως περὶ
τὸ σῶμα τέχνη πεφρόντικεν, ἀλλὰ τοῦ μὲν καθ’ αὑτό,
τοῦ δὲ κατὰ συμβεβηκός, αὐταρκῶς δέδεικται.