Ἁπάσαις δ’ αὐταῖς ἐφέστηκεν οἷον
ἀρχιτεκτονική τις ἡ θεραπευτικὴ τοῦ σώματος καὶ
κελεύει τῇ | μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν
ποιῆσαι, τῇ δὲ σκυτοτομικῇ τὸ ὑπόδημα καὶ τῇ μὲν
σιτοποιητικῇ τὸν ἄρτον, τῇ δ’ αὗ μαγειρικῇ τοὖψον
ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν. ἀλλὰ ταύτης
τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ἡ ὑγιεινὴ μόριον
ἦν καὶ ταύτης τετραχῇ τεμνομένης ἑνὸς τῶν μορίων
ἡ γυμναστικὴ μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική
τίς ἐστι τοσῶνδε τεχνῶν, πιστευτικῆς μέν, ὅταν ἱππάζεσθαι
δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ ποιότητα,
κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ὅταν
αὖ τούτων ἡ χρεία καλῇ, κατὰ ταὐτὰ δὲ καὶ σκαπτόντων
καὶ θεριζόντων καὶ ὑλοτομούντων καὶ ἐρεσσόντων
καὶ ὀρχουμένων καὶ πᾶν ὁτιοῦν ἐνεργούντων ἐπιστατεῖ
τε καὶ ἄρχει καὶ προστάττει.