Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν
ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς
ὁμοίως γυμναστικήν, ἄλλην δ’ εὐεξίαν ἐπῃνέσαμεν
ἀσφαλῆ θ’ ἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐνεργείας
χρηστήν, ἧς ὗλαι ποιητικαί θ’ ἅμα καὶ φυλακτικαὶ
δύο ἐστόν, ἥ θ’ ὑγιεινὴ προσαγορευομένη
δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν 3.80
ὑλῶν κατὰ γένος, ὑφ’ ὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουργίας
καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, ἡ μία
μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ
φύσιν ἔχουσιν. ὁ μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρμάκων
καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν
δεῖται γυμνασίων, ὁ δ’ ὑγιαίνων ἀκριβῶς γυμνασίων
μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε
χειρουργίας προσδεῖται. |