Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμναστικὴν
ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν·
ἡ μὲν γὰρ ἀπὸ τῆς ὕλης, ἡ δ’ ἀπὸ τῆς καθόλου τε
καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ
εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι δι’ ἑλλεβόρου
καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν
ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν·
ἐπ’ αὐταῖς δ’ ἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου,
φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τούτων
ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν 3.92
ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις
ἀπάσαις κοινὴ ἡ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ
ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν | ἀντίθεσιν.
ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθάπερ
αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν
καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε
φαρμακευτικὸν ὠνόμασταικαὶ τὸ γυμναστικόν· τὸ
μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει,
τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ.