Ἡ πρώτη οὖν ὑγίειαν φυλάττουσα
κατὰ | τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν;
ἐμοὶ μὲν δοκεῖ μήτ’ ἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι
τῷ σώματι μήτ’ ἐξ ἀνάγκηςἐν τοῖς οὐδὲν διατιθεῖσιν,
ἀλλ’ ἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς
μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν ἢ βλάπτειν
δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύεσθαι.
ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ
βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ
περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ
καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ.
καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία
τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ἢ
ὑπνοῦν ἢ ἐγρηγορέναι ἢ ἡσυχάζειν ἢ κινεῖσθαι, ὥσπερ
οὖν καὶ λιμώττειν ἢ ἐσθίειν καὶ διψῆν ἢ πίνειν ἤ τινα
μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης
διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη
γὰρ ἐλεφαντόπους οὐδὲν οὔτ’ ὠφελεῖ τὴν ὑγίειαν οὔτε
βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτελὴς | ἢ ἱματίοις
εὐτελέσιν ἢ πολυτελέσιν ἢ τοῖς σκεύεσιν ὑαλίνοις
ἢ χρυσοῖς ἢ ἀργυροῖς ἢ ξυλίνοις χρῆσθαι καὶ παῖδας
ἔχειν εὐμόρφους ἢ αἰσχροὺς τοὺς ὑπηρετουμένους ἢ
μηδ’ ὅλως ἔχειν ἀλλ’ ἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν
γὰρ οὐδὲν οὔτ’ ὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν 3.56
οὔτε καθ’ ἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός.
ἀὴρ δὲ θερμὸς ἢ ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ
ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγκης
ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν·
ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες
ἐν τῷθέρει βλάπτει μὲν οὐκἐξ ἀνάγκης ἀλλὰ
κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται.