Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.)
urn:cts:greekLit:tlg0057.tlg033
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
editio(nes) critica(e): Helmreich, 1893
translatio Latina: Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, pp. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
translationes recentiores Johnston, 2018 (grc;eng); Nieto Ibañez, 2005 (grc;spa); Singer, 1997 (eng); Englert, 1936 (deu)


Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργαζομένων
τὰς τέχνας ἀλλὰ τοῖς προκειμένοις σκοποῖς
διαιρώμεθα μήτ’ εἰς τὰς κατὰ μέρος ἐνεργείας ἀποβλέπωμεν
ἀλλ’ εἰς τὰς καθόλου. κοινὸν γὰρ ἕν ἐπὶ
πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἑκάστῃ τῶν τεχνῶν
εὑρήσεις τι· διὸ καίτοι πάμπολυ δοκοῦσαι διαφέρειν
ὅμως οὐ κεκώλυνται μιᾶς εἶναι τεχνῆς μόρια. τὸ γοῦν
ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλ’ ἐστὶν |  κρόκας στήμοσι
διαπλέκειν. ἆρ’ οὖν ἕτερόν τι τοῦδε τὸ ῥάπτειν ἐστίν;
οὐδαμῶς, ἀλλὰ κἀν τούτῳ διαπλέκονται κρόκαι στήμοσιν. 3.66
ὡς εἴ γε καὶ κατ’ ἀρχὰς εὐθὺς ἐβούλετό τις
ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι
τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθ’ ὃν νῦν ἠπῶνται
τὰ ῥαγέντα τῶν ἱματίων καθ’ ὃν τοὺς ταλάρους
τὰς σπυρίδας τὰ δίκτυα πλέκουσιν, ἐποίησε μὲν ἂν
οὐδὲν ἧττον ἱμάτιον, ἀλλ’ ἐν χρόνῳ παμπόλλῳ. στοχαζόμενοι
τοίνυν οὐχ ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον
ἐξικέσθαι πρὸς αὐτὸ τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν
ὑφαντικὴν οὐκ ἐν τῷ καθόλου τῶν εἰρημένων διαλλάττουσαν
ἀλλ’ ἐν τῷ κατὰ μέρος. οὕτω δὲ κἀπὶ τῆς
ἰατρικῆς ἀνάριθμα μὲν οὖν ὡς οὕτω φάναι τὰ κατὰ
μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον κοινόν· τε
γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν τε προστιθεὶς
ὡς λεῖπον ἓν ἄμφω ποιοῦσι καθόλου τὴν κατὰ
φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἥτις ἦν
ὑγίεια· οὕτω δὲ καὶ θερμαίνων καὶ ψύχων καὶ
ξηραίνων καὶ ὑγραίνων. |