ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΑΤΑΚΛΙΣΕΩΣ
ΠΡΟΓΝΩΣΤΙΚΑ ΕΚ ΤΗΣ ΜΑΘΗΜΑΤΙΚΗΣ
ΕΠΙΣΤΗΜΗΣ.
1
Κεφ. αʹ. Περὶ μὲν τοῦ ὑπαρκτικὴν εἶναι
2
τὴν μαθηματικὴν ἐπιστήμην, ἤρκει καὶ ἡ τῶν στωϊκῶν φιλοσόφων,
3
ἀνδρῶν καὶ λόγους διεκπεπονημένων καὶ τὸν βίον
4
ὁποῖός ἐστι παραστησάντων, δόξα. οὐδὲν δὲ ἧττον, ἐπεὶ καὶ
5
ὁ παρὼν λόγος ἐστὶ περὶ ὧν καὶ ἡ ἰατρικὴ τέχνη ἐπαγγέλλεται,
6
ἀναγκαῖόν ἐστι τῶν δοκιμωτάτων ἐν αὐτῇ τὰς ἱστορίας
7
ἐκθέσθαι, ἵνα γνώριμος πᾶσι γένηται, ὅτι καὶ αὐτοὶ 19.530
1
οἱ ἰατροὶ διὰ τὸ περὶ πλείστου ποιεῖσθαι τὸ προορατικὸν
2
μέρος τῆς αὑτῶν τέχνης, τοῦτο τῇ μαθηματικῇ ἐπιστήμῃ
3
ἀπένειμαν, καὶ εἰ μὴ πάντες, κατά γε τὸ πλεῖστον. Ἱπποκράτης
4
γοῦν ὁ πολὺς σὺν τῇ ἀρχαιότητι καὶ θαυμαστὸς
5
τήν ἐπιστήμην, φησίν· ὁπόσοι τὴν ἰατρικὴν ἀσκέοντες φυσιογνωμονίης
6
ἀμοιρέουσι, τουτέων ἡ γνώμη ἀνὰ σκότος καλινδουμένη
7
νωθρὰ γηράσκει. οὐ μόνον εἶπεν οὐ κατορθώσουσιν,
8
ἀλλ’ ὅτι καὶ διασφαλήσονται. ἀνὰ σκότος γὰρ ἔφη
9
τὴν γνώμην πλανᾶσθαι τῶν τῇ φυσιογνωμίᾳ μὴ χρησαμένων.
10
τὸ δὲ φυσιογνωμονικὸν μέρος τῆς ἀστρολογίας ἐστὶ
11
μέγιστον μόριον. ὁ οὖν τι μόριον ἐπαινέσας, πολλῷ μᾶλλον
12
ἂν τὸ ὅλον ἐγκωμιάζει. Διοκλῆς δὲ ὁ Καρύστιος καὶ
13
ῥήτωρ οὐ μόνον αὐτός φησιν, ὡς καὶ σὺ γινώσκεις, ἀλλὰ
14
καὶ τοὺς ἀρχαίους ἱστορεῖ, ἀπὸ φωτισμοῦ καὶ τοῦ δρομήματος
15
τῆς ☾ τὰς προγνώσεις τῶν νόσων ποιουμένους. ὁπότε
16
οὖν οἱ τηλικοῦτοι ἄνδρες, κατά γε ἀξίωμα καὶ τὴν ἐπιστήμην,
17
οὐ διάδοχοι τῆς ἐν ἰατρικῇ προγνώσεως μόνον, ἀλλὰ 19.531
1
καὶ κτίσται ἰδίων δογμάτων, ταύτην διαδεξάμενοι καὶ ἀλλοτρίους
2
κόπους καρπούμενοι, περὶ τούτων τι διαστάσωσιν.
3
ὅθεν καὶ σὺ, φίλτατε Ἀφροδίσιε, διεκποιήσας τὸν τῆς κατακλίσεως
4
τρόπον καὶ στοιχήσας τοῖς προειρημένοις ἀνδράσι
5
καρπώσῃ τὸ κάλλιστον μέρος τῆς ἑαυτοῦ τέχνης, προγινώσκων
6
καὶ προλέγων τὰ μέλλοντα τοῖς κάμνουσι συμβήσεσθαι.
7
ἀρξώμεθα δὲ τῶν πραγμάτων ἐντεῦθεν.