Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


6 Κεφ. ιβʹ.Ἐὰν δὲ τῆς οὔσης κατακλιθῇ τις
7 ἀφαιρούσης τῆς καὶ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ συνόντος
8 αὐτῇ, ἔσται καταρχὴ τῆς νόσου ἀπὸ
9 βαλανείων περιψύξεως καὶ ῥευμάτων λεπτῶν καὶ περὶ τὸν
10 θώρακα βάρος καὶ περὶ τὸν πνεύμονα. καὶ βῆχες κατ’ ἀρχήν·
11 καὶ μετὰ ῥίγους ἐπισημασίαι. καὶ ἐπιτάσεις νυκτεριναί.
12 καὶ πυρετοὶ ἐπιτεταμένοι. τούτοις οὖν ἁρμόζει πάντα
13 τὰ θερμαίνοντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν
14 τελευτᾷ τῇ καʹ ἡμέρᾳ. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσιν αὐτὴν
15 ζώσεται πολυχρόνιον πάθος ἔχων περὶ τὸν πνεύμονα. ἐὰν
16 δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις συνόντος αὐτῇ
17 ἔσται καταρχὴ τῆς νόσου ἀπὸ ἐμέτου καὶ χολέρας 19.564
1 φθορᾶς βραδυπεψιῶν. οὖν νόσος ἔσται ἐπικίνδυνος
2 καὶ ὀξεία. καὶ νεύρων σύντασις. καὶ κοιλίας ῥύσις.
3 καὶ περὶ τὸν δακτύλιον δριμύτης καὶ ἕλκωσις. τούτοις
4 ἁρμόσει πάντα τὰ ψύχοντα καὶ στεγνοῦντα. ἐὰν οὖν ἀγαθοποιὸς
5 μὴ ἐπιθεωρῇ τὴν ἐν τῇ διαπέμπτῳ τελευτήσει,
6 ἤγουν ἐν τῇ ζʹ. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρήσῃ τὴν
7 μετὰ τὴν ζʹ κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς οὔσης
8 ἐν κατακλιθῇ τις ἔσται τὸ προκαταρκτικὸν αἴτιον ἀπὸ
9 κόπου ἐνδείας. ἔσονται δὲ περὶ τὸ νῶτον ἐναλγεῖς καὶ
10 φρικίων ἐπιβολαὶ καὶ πυκνότεραι ἐπισημασίαι τῶν ἐπιβολῶν,
11 ὡς καὶ τὴν δευτέραν καὶ τρίτην γενέσθαι καὶ ὅλου τοῦ
12 σώματος ὀρθοτριχίαι. καὶ πυρετοὶ στεγνοί. καὶ ἀταξίαι.
13 πυκνότερόν σοι ταῦτα ἐκτίθεμαι, ἵνα ἀπὸ τῶν τοιούτων σημείων
14 παρακολουθῇς καὶ τεκμαίρῃ τὴν νόσον,  ἐὰν
15 δὲ τοῖς ἀριθμοῖς ἀφαιρῇ ἐκλύτους καὶ νοσωδεστέρους ποιεῖ
16 καὶ ταῖς λαλιαῖς τετραυλωμένους καὶ βραδέως ἄνω βλέποντας.
17 ἐὰν δὲ καὶ συσχηματισθῇ συμπαρῇ μέχρι
18 μὲν τῆς κινδυνεύουσι διὰ τὰς ἐπιτάσεις τῶν πυρετῶν. 19.565
1 ἐὰν δὲ ἀγαθοποιὸς παρεμπλακῇ σώζονται καὶ χρονίζουσι
2 τοῖς πάθεσι. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ συσχηματισθῶσι,
3 τοῦ μὲν πάθους ἀπαλλαγήσονται, εἰς περιοδικὰ
4 δὲ πάθη περιπίπτουσι καὶ οὕτω σώζονται. ἐὰν δὲ
5 κατὰ πρόσθεσιν αὔξῃ τοῖς ἀριθμοῖς, συμπαρῇ δὲ αὐτῇ
6 συσχηματισθῇ μέχρι τῆς αὔξῃ τὰ πάθῃ καὶ
7 ἐπικινδύνως νοσοῦσι. ἐὰν δὲ ἐπὶ ταῖς εʹ αὔξῃ ἀπαραβάτως
8 τὴν οὐχ ὑπερθήσουσιν. ἐὰν δὲ γένηται σὺν
9 καὶ ἀμφότερον τὰ μὲν προκείμενα αἴτια
10 γενήσονται, σωθήσονται δέ. πρόσεχε οὖν. φύσει γὰρ ἐπὶ
11 τούτου τοῦ ζωδίου ἐπικίνδυνοι νόσοι γίνονται. διὸ χρὴ τῶν
12 βαλανείων ἀπέχεσθαι καὶ τῆς τοῦ ψυχροῦ προσαγωγῆς, ἐπὶ
13 δὲ τοὺς αἰώρας καὶ ἀλείμματα καὶ γυμνάσια τρέπεσθαι.