14
Κεφ. ιγʹ.Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♒ κατακλιθῇ τις
15
προστιθείσης αὐτῆς τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ ♄ συνόντος
16
αὐτῇ ἢ □ ἢ ☍, ἔσται ἡ καταρχὴ τῆς νόσου ἀπὸ κόπων
17
ἢ ἀγρυπνίας ἢ ὁδοιπορίας. ἔσται οὖν ἀνώμαλος ἡ νόσος 19.566
1
ἐν ἐπιτάσει καὶ μέχρι τῆς ☍ σωθήσεται, μάλιστα ἐὰν
2
ἀγαθοποιὸς τὴν ☾ ἐπιθεωρήσῃ. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♒
3
κατακλιθῇ τις, ἀφαιρούσης αὐτῆς καὶ τῷ φωτὶ καὶ τοῖς
4
ἀριθμοῖς, συνῇ δὲ ὁ ♂ ἢ ☍ ἢ □ ἔσται ἡ νόσος ἐκ προϋποκειμένου
5
τινὸς αἰτίου βουβωνιάσεως, ἢ ἀντικνημίου, ἢ
6
ἐξ αἰδοίων πόνου. οὕτως τε πυρετοὶ καυσώδεις καὶ ἐπιτεταμένοι.
7
καὶ μάλιστα τῶν ἄκρων ἡ πύρωσις ἔσται. διψαλέοι
8
τε καὶ ψυχροῦ ἐπιθυμηταί. καὶ πυκνότερον διανιστάμενοι.
9
ἐὰν δὲ κατὰ μεγάλα τροχάζῃ καὶ συσχηματισθῇ. ἢ
10
♁ προσγένηται μέχρι τῆς □ παραλλάξει τῇ διανοίᾳ. εὔχρηστοι
11
δὲ ἔσονται αἱ τοῦ αἵματος ἀφαιρέσεις. καὶ τὸ μὴ
12
ἀποσπᾷν τῆς τοῦ ψυχροῦ ἐπιθυμίας καὶ ἐν φωτὶ κατακλίνειν,
13
ἐὰν δὲ καὶ ἐπὶ τὰ μείζονα τροχάζῃ γενομένης αὐτῆς
14
ἐπὶ τῆς □ καὶ κατὰ μηδὲν ἐλαττωθείσης τῆς νόσου, ἀναιρεθήσεται
15
μέχρι τῆς ☍, ἐὰν δὲ τῷ προκειμένῳ ὅρῳ ♃ ἢ ♀ 19.567
1
ἢ καὶ ἀμφότεροι μαρτυροῦσι καὶ αὐτὴ ἡ ☾ ἐπὶ τὰ ἥσσονα
2
ἐτρόχαζεν ὅτε κατεκλίθη, μέχρι τῆς ☍. κινδυνεύσας σωθήσεται.
3
ἐὰν δὲ ἀφαιρεῖ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, συσχηματισθῇ
4
δὲ ♄ ἢ καὶ ☿ προσγένηται, τὰ μὲν πάθη τὰ αὐτὰ
5
γενήσεται, τρισσῶς δὲ ῥευματισθήσονται περὶ τὰ σκέλη
6
καὶ χρονιώτερα τὰ πάθη γεννήσας ὑποφαίνει που ὕδρωπα.
7
ἐὰν δὲ καὶ ἀπὸ μέσου ὅρου ἐπὶ τὰ ἥττονα κινεῖται ἐν αὐτῷ
8
τῷ πάθει τελευτήσει. ἐὰν δὲ τὰ μέσα τρέχει ἡ ☾ ὑπὸ
9
τὴν κατάκλισιν τὸ μὲν προκείμενον αἴτιον γενήσεται, χρονίσαντες
10
δὲ ἐν τῇ νόσῳ σώζονται.