Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


14 Κεφ. ιαʹ.Ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις,
15 ὄντος σὺν αὐτῇ ἔσται κατ’ ἀρχὴν τῆς νόσου
16 ἐκ ῥύσεως ὑγρῶν καὶ λεπτῶν ῥευμάτων καὶ δριμέων.
17 ἔσονται δὲ ἐναλγεῖς τοῖς ἄρθροις καὶ ῥιγοπυρετοῖς σχεθήσονται 19.561
1 καὶ ἐπισημασίαι μετὰ ῥίγους καὶ τῶν ἄκρων ψύξεις.
2 ὅταν οὖν μάλιστα τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ,
3 ἔσονται διπλαῖ σημασίαι. καὶ οἱ πυρετοὶ στεγνοί· καὶ οἱ
4 σφυγμοὶ ἐνδεδυκότες. τούτοις ἁρμόσει τὰ ἀναχαλῶντα καὶ
5 θερμαίνοντα. εἰ δὲ ἀγαθοποιὸς ἐπιθεωρήσει τὴν κινδυνεύσας
6 σωθήσεται παραλλάξας τὴν . ἐὰν δὲ τῆς οὔσης
7 ἐν τῷ κατακλιθῇ τις αὐτῇ συνόντος
8 τῷ φωτὶ αὐξούσης τῆς καὶ τοῖς ἀριθμοῖς, ἔσται νόσος
9 ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἀπὸ πλήθους καὶ κραιπάλης.
10 ἔσονται γὰρ πυρετοὶ συνεχεῖς καὶ ἐπιτεταμένοι καὶ
11 ῥοώδεις καὶ χολερικὰ πάθη καὶ κοιλίας ῥύσεις καὶ σφυγμοὶ
12 ἄτονοι,  ἁρμόσει οὖν τούτοις πάντα τὰ ψύχοντα καὶ
13 στεγνοῦντα· ἐὰν δὲ καὶ κακοποιοὶ τὴν ἐπιθεωρήσωσι τῇ
14 ζʹ ἡμέρᾳ ἀναιρεθήσεται. ἐὰν δὲ ἀγαθοποιοὶ τὴν ἐπιθεωρήσωσι,
15 μετὰ τὴν κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς
16 οὔσης ἐν κατακλιθῇ τις, ἔσται νόσος ἀπὸ βαλανείου
17 καὶ ἀέρος ψυχροῦ. ὅλον δὲ ῥευματισθήσεται τὸ σῶμα 19.562
1 καὶ περὶ τὸ πρόσωπον σφυγμοὶ καὶ τῶν οὔλων ἄλγησις καὶ
2 τῶν ὀδόντων. τὸ δὲ προκαταρκτικὸν αἴτιον ἔσται περὶ τὸν
3 θώρακα. ἐὰν δὲ ἥττονα τροχάζῃ, μάλιστα δὲ ἐπὶ
4 φερομένη, συμπαρῇ δὲ συγχηματισθῇ, περὶ τὸν
5 πνεύμονα ἑλκώσεις καὶ φλεγμοναὶ περὶ τὸ διάφραγμα ἔσονται,
6 ὅλον τε σῶμα ἔσται φλεγμαῖνον. χρὴ δὲ προσάγειν τὰ
7 δυνάμενα ξηρᾶναι. εὔχρηστοι δὲ καὶ αἵματος ἀφαιρέσεις
8 μέχρι τῆς διὰ πέμπτου. ἐὰν δὲ ἀπὸ τῶν ιγʹ ἐπὶ ιδʹ τροχάζῃ,
9 πειραθέντες μέχρι τῆς διὰ πέμπτου τελευτήσουσιν.
10 ἐὰν δὲ συμπαρῶσι τῷ προκειμένῳ ὅρῳ τὰ μὲν
11 προκείμενα πάθη ἔσται, σωθήσονται δέ. ἐὰν δὲ τὰ μείζονα
12 τροχάζῃ καὶ μόνη , σώζονται. ἐὰν δὲ ἐπὶ τὰ μείζονα
13 τροχαζούσης τῆς καὶ αὐτῇ σχηματίζωνται, μάλιστα
14 μὲν ψυγμῷ βηχίοις συσχεθήσονται. φύσει δὲ κατὰ τόδε
15 τὸ ζώδιον ἀγρυπνίαι καὶ ἐπιτάσεις νυκτεριναὶ γίνονται,
16 ἀσφυκτοῦσι δὲ εἰς ὑπερβολήν. χρὴ δὲ καὶ θάλπειν καὶ ἐν 19.563
1 σκοτεινῷ κατακλίνειν τά τε βαλανεῖα ἄχρηστα καὶ πάντα
2 τὰ εὔλυτα. τῶν μὲν οὖν ἀγαθοποιῶν ἐπιθεωρούντων κινδυνεύσας
3 σωθήσεται. ἐὰν δὲ ἐπιθεωρῆται ὑπὸ τῶν
4 ἀγαθοποιῶν ὑφ’ ἑνὸς αὐτῶν, λυθήσονται αἱ νόσοι οὐκ
5 ἄγαν σφοδρανθεῖσαι περὶ τὴν .