Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


1 Κεφ. ιʹ.Ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις,
2 συνόντος αὐτῇ , ἔσται καταρχὴ τῆς νόσου
3 ἀπὸ ἑλκώσεως βουβώνων τόπων κρυπτῶν, περὶ τὸν δακτύλιον
4 αἰδοῖον. καὶ ἐὰν προστιθῇ τοῖς ἀριθμοῖς
5 τῷ φωτὶ, σωθήσεται νοσῶν. καὶ μάλιστα ἀγαθοποιῶν
6 ἐπιθεωρούντων. ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις,
7 καὶ συνόντος αὐτῇ τῷ δὲ φωτὶ λειπομένου
8 καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, μάλιστα ἀγαθοποιῶν ἐπιθεωρούντων,
9 σωθήσεται ἐν τῷ αʹ . μέχρι τῆς . καὶ γὰρ
10 αἱ νόσοι ἔσονται ἐπιεικεῖς καὶ εὐμετάγωγοι. δὲ αὐτὸς
11 τρόπος νοείσθω σοι καὶ πάντων τῶν ζωδίων, ὅταν τοιαῦτα
12 σχήματα ἐμπέσωσι.  ἐὰν οὖν τῆς οὔσης ἐν .
13 κατακλιθῇ τις, ἔσται νόσος ἀπὸ φρικίων ἐλαχίστων. οὗτοί
14 τε καταφρονοῦντες, αὔξουσι τὰ πάθη. τὸ δὲ προκαταρκτικὸν
15 αἴτιον ἔσται περὶ τὴν κύστιν καὶ τὰ μεσομήρια
16 καὶ περὶ ἕδραν ἕλκωσις. μέχρι δὲ τῆς διατρίτου ὀρθοπυρεταίνων
17 αὐξήσει τὴν νόσον. ἐὰν δὲ προστίθησι τοῖς 19.559
1 ἀριθμοῖς καὶ μάλιστα ἀπὸ . συμπαρῇ δὲ αὐτῇ κατὰ
2 τὸν κἀκ σιδήρου πεῖραν ἕξουσι κατὰ τοὺς κρυπτοὺς τόπους.
3 ἐὰν δὲ καὶ συμπαρῇ καὶ σχηματισθῇ, ἀποστήματα
4 περὶ τὰ πλευρὰ πεῖραν ἕξουσι. ἐὰν δὲ ἐπὶ τὰ μείζονα
5 τρέπωνται, τοῦτο δὲ ἐστιν ἐπὶ τὰς ιεʹ κατὰ μῆκος
6 πεῖραν δέξηται περὶ τὰ πλευρά. καὶ δι’ αἱμάτων ἐλεύσονται.
7 αἷμα ἐκκρινοῦσιν. χρὴ οὖν τῆς τοῦ ψυχροῦ προσαγωγῆς
8 ἀπέχεσθαι διαπαντὸς, ἐν ἠρεμίᾳ δὲ φυλάττειν. ἄχρηστοι
9 δὲ οἱ κλυσμοὶ καὶ τὰ δυνάμενα ψύχειν καταπλάσματα
10 καὶ τοῦ αἵματος ἀφαίρεσις διὰ σικυιῶν. ἄχρηστα δὲ
11 καὶ τὰ βαλανεῖα. μέχρι δὲ τῆς ιαʹ γινομένης, οὕτως δὲ
12 ὑπερβαίνοντες, χρόνια τὰ πάθη ποιοῦσι καὶ ὁμοίως κινδυνεύουσι.
13 ἐὰν δὲ καὶ συμπαρῇ τῇ σχηματίζωνται
14 τὰ μὲν προκείμενα πάθη ἔσται, σωθήσονται δὲ ἐγχρονίσαντες.
15 δὲ ποσότης τῶν χρόνων ἤτοι ἡμερῶν, ἀπὸ τῆς
16 τῶν ἀστέρων παρεμπλοκῆς γνωσθήσεταί σοι. μέχρι γὰρ τῆς 19.560
1 ἐπομμάσεως αὐτῶν, παραμένει τὰ πάθη. γὰρ ὡρισμένη
2 ἡμέρα κατοκλίσεως μέχρι τῆς . ὑπερτιθέμενοι δὲ τὴν διάμετρον,
3 χρονίους τὰς νόσους ποιοῦσιν ἀστέρες. ἐὰν δὲ τῆς
4 οὔσης ἐν κατακλιθῇ τις καὶ συμπαρῇ αὐτῇ σχηματισθῇ
5 καὶ κατὰ ἥσσονα τρέχῃ καὶ ἐπισύνδεσμον φέρηται,
6 παραλυθήσονται ἀπαραβάτως καὶ εἰς χρόνια πάθη
7 ἐπικυλίονται, οἱονεὶ ῥευματιζόμενοι τὸ αἰδοῖον τὰ περὶ
8 τὴν ἕδραν. ἐὰν δὲ μηδεὶς ἀγαθοποιὸς παρεμπλακῇ σχηματισθῇ,
9 ἐν τοῖς πάθεσι τελευτήσει. ἐὰν δὲ ἐπὶ τὰ μείζονα
10 ἐγείρηται καὶ σχηματίζηται αὐτῇ . συμπαρῇ τὰ μὲν
11 προκείμενα πάθη ἐπιγένωνται. ἐγχρονίσαντες δὲ διακαυθήσονται.
12 φύσει δὲ κατὰ τόδε τὸ ζώδιον, ἄχρηστα τὰ βαλανεῖα
13 καὶ πάντα τὰ δυνάμενα ῥευματίζειν.