1
Κεφ. στʹ.Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ κατακλιθῇ τις
2
♄ συνόντος τε ἢ ☍ ἢ □, ἔσται ἡ καταρχὴ τῆς νόσου
3
ἀπὸ βαλανείων καὶ περιψύξεως καὶ περὶ τὸν θώρακα ῥευματισμὸς
4
καὶ βῆχες καὶ στέγνωσις τοῦ σώματος καὶ πυρέτια
5
λεπτὰ καὶ κακοήθη καὶ σφυγμοὶ λεπτοὶ καὶ ἀσθενεῖς καὶ
6
πλευροῦ αἴσθησις. τούτοις οὖν πάντα τὰ θερμαίνοντα ἁρμόσει.
7
ἐὰν δὲ ἀγαθοποιὸς μὴ ἐπιθεωρήσῃ τὴν ☾, παρελκύσας
8
τὴν νόσον οὗτος τελευτήσει μέχρι τεσσαράκοντα ἡμερῶν.
9
ἐὰν δὲ ἀγαθοποιὸς τὴν ☾ ἐπιθεωρήσῃ, πολλὰ κακοπαθήσας
10
σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ ἢ ♂
11
συνόντος αὐτῇ ἢ □ ἢ ☍, κατακλιθῇ τις, ἔσται ἡ καταρχὴ
12
τῆς νόσου ἀπὸ ἐμέτων καὶ χολέρας καὶ τῆς τοῦ στομάχου
13
ἀνατροπῆς. τούτοις οὖν ἁρμόσει πάντα ψύχοντα καὶ στεγνοῦντα.
14
ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν ☾ ἐν
15
τῇ αʹ □ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιὸς ἐπιθεωρήσῃ τὴν ☾
16
ἐν τῇ αʹ □ σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♋ κατακλιθῇ
17
τις, ἔσται ἡ νόσος ἐκ πληθώρας οἴνου καὶ ἐμφορήσεως. 19.546
1
ἄρξεται δὲ ἀπὸ διαστάσεως καὶ ὑψηλώσεως τῶν μελῶν
2
συγκαμνόντων καὶ διαλογιστικοὶ ὑποφαίνουσι τὸ νοσοῦν.
3
ἔσται δὲ ἀπὸ ἐμέτων πυκνοτέρων καὶ χολῆς πλεονασμοῦ.
4
δυσπνοοῦσιν οὖν καὶ τὰ πλευρὰ ἐπαισθάνονται ῥυπτιζόμενοι
5
πάνυ καὶ ἐν ἀέρι ψυχρῷ βουλόμενοι εἶναι ἀεὶ, ὥστε καὶ
6
τὰ περιβόλαια ἀποῤῥίπτειν καὶ περὶ τὰ κῶλα ἐναλγεῖς μετανιστάμενοι
7
πυκνότερον μάλιστα ἀπὸ ☍, διὸ δεῖ μὴ μόνον
8
ἀφεστάναι τῆς τοῦ ψυχροῦ δόσεως, ἀλλὰ καὶ προσάγειν τὰ
9
δυνάμενα ψύχειν καὶ διαφορεῖν καὶ μάλιστα κατὰ τὰς ἀρχάς.
10
ἐὰν δὲ καὶ ἡ ☾ τῷ ♂ ἢ ☉ ἢ καὶ ἑκατέροις σχηματισθῇ
11
καθ’ ὁπότερον φάσεως τρόπον, οἱ πυρετοὶ κατ’
12
ἐπίθεσιν καὶ αὔξησιν, οἵ τε σφυγμοὶ ἀνώμαλοι ποτὲ μὲν αὐξάνοντες,
13
ποτὲ δὲ διαλεπτυνόμενοι· διὸ συμφέρει ἡ τοῦ αἵματος
14
ἀφαίρεσις, ἀπὸ γὰρ τῆς διὰ πέμπτου μέχρι τῆς SʹϞ
15
μοίρας, τουτέστι τῆς τοῦ □ πλευρᾶς ἐπακολουθήσει ἐπάλληλα
16
καὶ κακοήθη πάθη. μηδενὸς δὲ παρεμπλακέντος ἀγαθοποιοῦ,
17
μέχρις οὗ τὸν σύνδεσμον λύσῃ, περὶ τὸ νευρῶδες
18
πάσχουσι καὶ παρακόπτονται, ἐπιβοῶντες καὶ κραυγάζοντες. 19.547
1
φυσικῶς δὲ καὶ κατὰ τόδε τὸ ζώδιον, ἐν ταῖς νυξὶ τὰ πάθη
2
ἐπιγίνεται. ἐὰν δὲ τὸν σύνδεσμον λύσῃ καὶ ἐπὶ τὰ ἧττον
3
κινῆται, συνάψῃ δὲ ἀγαθοποιῷ, εἰς περιοδικὸν πάθος οἷον
4
τεταρταῖον ἐμπεσὼν σωθήσεται. ἐὰν δὲ κακοποιῷ συνάπτῃ,
5
οὐδὲν ἧσσον τῷ περιοδικῷ τρόπῳ ἀναιρεθήσεται· ἐὰν δὲ
6
ἐν τῷ προειρημένῳ τρόπῳ μηδεὶς τύχοι μέσος μέχρι τῆς
7
☍, τῆς ☾ σύνδεσμον λυούσης καὶ κινουμένης ἐπὶ τὰ ἥσσονα
8
σωθήσεται. ἐὰν δὲ ἐπὶ τὰ μείζονα ἀπὸ συνδέσμου κινῆται,
9
μέσος δὲ τύχοι κακοποιὸς, λέγω δὴ ♄, μέχρι τῆς ☍
10
κινδυνεύσας σωθήσεται. φύσει δὲ οἱ κατακλιθέντες ἐν τῷδε
11
τῷ ζωδίῳ δυσεκλείπτους τὰς νόσους ἕξουσι καὶ κακοήθεις.
12
καὶ τὰ δοκοῦντα αὐτοῖς βοηθεῖν θεραπεύματα ἐναντιοῦνται.
13
ἁρμόζει δὲ καὶ οἴνου δόσις καὶ βαλανεῖα καὶ τροφαὶ δυνάμεναι
14
ταχέως ἀναδίδοσθαι. ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ
15
♄ ἢ ♀ σχηματισθῶσιν, ἀνεθήσονται μὲν αἱ νόσοι, καθώς
16
σοι ὑποδέδεικται· περισσότερον δὲ περὶ τὰ ἄρθρα ἕξουσι
17
πόνους καὶ περὶ τὰ ὦτα· τινὲς δὲ περὶ τὸν πνεύμονα ἢ 19.548
1
περὶ τὸ ἧπαρ, τὰ πάθη ἴσχουσιν· οὕτως δὲ καὶ πολυχρόνιοι
2
αἱ νόσοι. ἐὰν οὖν τούτῳ τῷ σχήματι κινῆται ἡ ☾
3
ἀφαιροῦσα τοῖς ἀριθμοῖς, χρονίζουσι τὰ πάθη. καὶ οὐδὲν
4
ἧσσον ἐν τῷ πάθει τελευτήσουσιν. ἐὰν δὲ κατὰ αὔξησιν
5
τοῖς ἀριθμοῖς προστιθῇ καὶ τῷ φωτὶ ἡ ☾ καὶ ὁ ♃ καθ’
6
οἷον δή ποτ’ οὖν τρόπον προσκληθῇ, κατακλιθήσονται μέχρις
7
οὗ ἡ ☾ παραγένηται ἐπὶ τὸ ιʹ ζώδιον τῆς κατακλίσεως.
8
ἐὰν δὲ ἀνεπιθεώρητος εἴη ἀπό τε κακοποιῶν καὶ ἀγαθοποιῶν,
9
ἐν αὐτῷ τῷ ζωδίῳ τῆς νόσου λυθήσονται. ἐὰν δὲ
10
ἀγαθοποιοὶ μόνοι καὶ ☿ καθ’ οἷον δή ποτ’ οὖν τρόπον
11
σχηματισθῶσι μέχρι τῆς □ τὰ πάθη λύουσι. χρὴ οὖν τῶν
12
πυκνοτέρων βαλανείων ἀπέχεσθαι. ἐπὶ τὰ γυμνάσια δὲ
13
καὶ τὰς αἰώρας τρέπεσθαι. οὕτω γὰρ παραμυθήσονται αἱ
14
νόσοι.