1
Κεφ. θʹ.Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατακλιθῇ τις
2
♄ συνόντος ἢ ☍ ἢ □ ἔσται ἡ καταρχὴ τῆς νόσου, ἐξ οἰνοποσίας
3
καὶ κραιπάλης μάλιστα. ἐὰν ἡ ☾ ἀφαιρῇ τῷ φωτὶ
4
καὶ τοῖς ἀριθμοῖς καὶ ἐν νυκτὶ γένηται ἡ κατάκλισις, ἔσται
5
δὲ τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν θώρακα πάθη, ῥευματισμοὶ
6
καὶ βῆχες κατ’ ἀρχήν· καὶ κάρος περὶ τὴν κεφαλὴν
7
καὶ ἀνορεξίαι καὶ διτταὶ ἐπιτάσεις. καὶ συνεχεῖς πυρετοὶ
8
καὶ πυκνοὶ καὶ ἄτονοι. τούτοις οὖν ἁρμόσει πάντα τὰ θερμαίνοντα.
9
ἐὰν δὲ καὶ μετὰ ♂ τὸ αὐτὸ σχῆμα ἐπισχῇ,
10
ἀπαραβάτως ἐν τῇ ☍ τελευτήσει. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν
11
♎ κατακλιθῇ τις ὄντος ♂ σὺν αὐτῇ ἢ διαμέτρου ἢ □
12
ἔσται ἡ νόσος ἐκ πλήθους αἵματος καὶ ἔσονται πυρετοὶ ἐπιτεταμένοι.
13
καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ παρακοπὴ καὶ φρενῖτις
14
καὶ ἀγρυπνία ὑπερβάλλουσα καὶ περὶ ὅλον τὸ
15
σῶμα, φλεγμονή. τούτοις ἁρμόσει ἡ τοῦ αἵματος ἀφαίρεσις
16
καὶ πάντα τὰ δυνάμενα καθαίρειν τὴν ἕξιν. ἀγαθοποιοῦ
17
δὲ μὴ ἐπιθεωροῦντος τὴν ☾, ἐν ταῖς ιʹ ἡμέραις τελευτήσει.
18
ἀγαθοποιῶν δὲ ἐπιθεωρούντων μέχρι τῆς ☍ 19.556
1
κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♎ κατακλιθῇ
2
τις, ἔσται τὸ αἴτιον εἰς τὰ ἄκρα. ἐπαλγῆ γὰρ ἔσται
3
αὐτὰ καὶ πυρώδη, καὶ τὴν ἐν βάθει μᾶλλον θερμασίαν
4
ὑπεμφαίνοντα. εὐθὺς δὲ καροῦνται καὶ μᾶλλον τοὺς ὀφθαλμοὺς
5
ὡς εἰς ὕπνον τρέπουσι. καὶ ἀποκρίνονται ἀνόρεκτον.
6
οὕτω μὲν οὖν φυσικῶς ἐπὶ τούτου τοῦ ζωδίου αἱ νόσοι
7
γίνονται, ὅπερ καταψεύδονταί τινες αἰτιώμενοι τὸ ἀεὶ φέρειν.
8
ἐὰν δὲ καὶ αὐτῆς κινουμένης ἐπὶ τὰ ἥττονα ♄. ἢ ♀
9
ἢ ☿ ἢ καὶ ὁπότερος αὐτῶν προσγένηται, μέχρι τῆς ☍
10
φρενιτίζουσιν ἀπαραβάτως. διὸ δεῖ θάλπειν καὶ τοῖς δυναμένοις
11
διαφορεῖν κεχρῆσθαι καὶ ἀποκρούεσθαι καὶ ἐν ἠρεμίᾳ
12
καὶ δεσμοῖς φυλάττειν, μήποτε κλέψαντες ὑδροποτήσωσιν.
13
οὕτω γάρ τε τὰ κατὰ τὴν κοιλίαν ἐκκριθέντα, μέχρι
14
τῆς ☍ διαφόρησιν ποιήσονται τῆς νόσου. οὐδὲν δὲ ἧσσον
15
εἰς χρονιώτερα καὶ ἀνώμαλα πάθη περικυλισθέντες οἷον
16
περιοδικὰ, οὕτως διασωθήσονται. ἐὰν μόνος δὲ ♄ ᾖ,
17
ἀπόλλυνται. ἐὰν δὲ τὰ μεγάλα τροχάζῃ τῷ προειρημένῳ 19.557
1
τρόπῳ τῆς ☍ πολλὰ παθόντες, κατὰ ἄνεσιν καὶ ἐπίτασιν
2
τῶν πυρετῶν διασώζονται. ἐὰν δὲ ☾ οὔσης ἐν ♎ καὶ ὁ
3
♂ καὶ ὁ ☉ διαμετρήσωσι, ἔσται τὰ περὶ τὴν κεφαλὴν αἴτια.
4
κεφαλαλγία καὶ ῥευματισμὸς καὶ ἡμικρανία. ἐὰν δὲ
5
☿ παραγένηται, τὰ περὶ τοὺς ὀφθαλμοὺς αἴτια ὑποχύσεις,
6
γλαυκώσεις, μυδριάσεις. χρὴ οὖν ὡς ἐπὶ τὸ πλεῖστον τὴν
7
τοῦ αἵματος ἀφαίρεσιν προσάγειν. εὔχρηστοι δὲ καὶ αἱ
8
κατὰ τὴν κοιλίαν ἐκκρίσεις. οὕτω δὲ πολυχρονίσαντες οὐδὲν
9
ἧττον κινδυνεύσουσιν, ἐπὶ τῆς αὐτῆς διαθέσεως μένοντες.
10
ἐὰν δὲ ♃ ἢ ♀ παρεπιπλακῶσι καθ’ οἷον δήποτ’ οὖν
11
τρόπον σχηματισμοῦ διασωθήσονται μένοντες ἐπὶ τῶν αὐτῶν
12
παθῶν. ἀνεπιθεωρήτου δὲ αὐτῆς οὔσης, εἴτε μειουμένης,
13
κακοήθεις μὲν αἱ νόσοι καὶ ἡ περὶ τοὺς ὀφθαλμοὺς
14
ἀταξία δυσκατάληπτος, οὐδὲν δὲ ἧττον ἐπὶ τὸ διάμετρον
15
ἐλθοῦσα ἡ ☾ λύει τὴν νόσον. ἐπὶ πάντων δὲ τῶν τροπικῶν
16
καὶ ἰσομερινῶν τῶν ζωδίων νοείθωσαν κακοήθεις εἶναι
17
τὰς νόσους. 19.558