Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


3 Κεφ. εʹ.Ἐὰν δὲ τῆς ἐν οὔσης κατακλιθῇ τις,
4 συνόντος , ἔσται καταρχὴ τῆς νόσου, ἀπὸ
5 κόπου καὶ ἀγρυπνίας ὁδοιπορίας μάλιστα, ἐὰν ἀφαιρῇ
6 τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς. ἕξει γὰρ ἐναργῆ τὰ ἄρθρα
7 καὶ κατὰ μικρὸν νόσος ἐκφαίνει· καὶ ἀπὸ τῆς διὰ τρίτου
8 ἄρχεται αὔξειν μέχρι τῆς εἰκοστῆς. ἔσονται γὰρ λεπτοὶ οἱ
9 πυρετοὶ καὶ καθαιρέσεις παντὸς τοῦ σώματος, νυκτεριναῖς
10 ἐπιτάσεσι πυκνοτέραις καὶ σπληνὸς αἴσθησις. ἀγαθοποιοῦ
11 δὲ μηδενὸς παρεμπλεκομένου, πυρόεντος τοῦ τὸ αὐτὸ
12 σχῆμα ἐπέχοντος, μετὰ τὴν λʹ ἡμέραν τελευτήσει. ἀγαθοποιῶν
13 δὲ παρόντων καὶ τὴν ἐπιθεωρούντων, εἰς χρόνων
14 πάθη καὶ περιοδικὰ ἐμπεσὼν σωθήσεται. ἐὰν δὲ οὔσης
15 ἐν κατακλιθῇ τις πυρόεντος συνόντος
16 αὐξούσης τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ, ἔσται νόσος
17 ἐπισφαλὴς καὶ ἐπικίνδυνος. ἔσονται γὰρ πυρετοὶ συνεχεῖς 19.542
1 καὶ στεγνοὶ καὶ καυσώδεις καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτακτοι·
2 τούτοις οὖν ὠφέλιμος ἔσται τοῦ αἵματος ἀφαίρεσις.
3 ἐὰν δὲ ἀγαθοποιὸς μηδεὶς τὴν θεωρεῖ, τοῦ τὸ
4 αὐτὸ σχῆμα ἔχοντος, μέχρι τῆς τελευτήσει. ἐὰν δὲ ἀγαθοποιὸς
5 ἐπιθεωρεῖ τὴν κινδυνεύσας σωθήσεται. ἐὰν δὲ
6 τῆς οὔσης ἐν κατακλιθῇ τις, ἔσται ἀπὸ κόπου καὶ
7 βαλανείων τὸ προκαταρκτικὸν αἴτιον, πᾶσά τε ὑγρότης καθέξει
8 τὸ πάθος. ἐὰν δὲ συσχηματισθῇ φαίνων συμπαραλαβὼν
9 στίλβοντα , τῆς μάλιστα ἐκ τῆς ἀφαιρούσης
10 τοῖς ἀριθμοῖς, ἔσται ἐναλγὴς τὰς ὠμοπλάτας καὶ περὶ τὰς
11 ψόας, ὅλον τε τὸ σῶμα διάπυρον καὶ περὶ τὴν ἐπιφάνειαν, ὡς
12 ἐκ κατακαύσεως ἀλγῶν. ἔσονται δὲ ἀνωφελεῖς αἱ τοῦ αἵματος
13 ἀφαιρέσεις, ὅπερ αὐτοὶ ἐπιθυμοῦσιν. ἐναντιοῦται δὲ
14 καὶ ψυχροῦ πόσις μέχρι τῆς ἑβδόμης. σύνδεσμον δὲ λυούσης
15 καὶ κινουμένης αὐτῆς ἐπὶ τὰ ἥττονα ἀπαραβάτως ἀναιρεθήσεται.
16 ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ σχηματισθῇ τις
17 τῶν ἀγαθοποιῶν κατὰ τὴν κατάκλισιν, εἰς ἕτερα ἀφ’ ἑτέρων
18 πάθη περιπίπτουσιν οἷον ἰσχιάδας καὶ ἄλλα τινὰ ἀλγήματα 19.543
1 περὶ αὐτὰ τὰ ἄρθρα, δὲ ποσότης σοι τοῦ χρόνου, δηλωθήσεται
2 ἐξ αὐτῆς τῆς συναφῆς τῆς , τουτέστι τῆς προβάσεως
3 τοῦ ἀγαθοποιοῦ ἀστέρος· σώζονται γὰρ ἀπαραβάτως.
4 δ’ αὐτὸς ὅρος καὶ ἐπὶ παντὸς ζωδίου. ἐὰν δὲ ἀσχημάτιστος
5 ἅπασι τοῖς ἄστρασιν κατάκλισις γένηται, ἀνώμαλοί
6 εἰσιν αἱ νοῦσοι, ἐπὶ δὲ τῆς ἀπαλλάσσονται. κείσθω
7 δέ σοι ἀνωμαλία οὕτως. ἐφ’ ἂν ζωδίῳ γένηται ,
8 τὴν οἰκοδεσποτείαν λάμβανε·  σημαίνει γάρ σοι αὐτὸς
9 ἀστὴρ τὴν διήμερον, πότερον ἐπιταθήσεται ἀνεθήσεται.
10 ἐὰν δὲ ἐν τῷ προκειμένῳ ὅρῳ τῆς κατακλίσεως τῆς οὕσης
11 ἐν ♊,συσχηματισθῇ καθ’ οἷον δή ποτ’ οὖν τρόπον
12 καὶ ἀμφότεροι καὶ μάλιστα ἐὰν πανσελήνη ἀμφίκυρτος
13 τύχοι, φέρεται δὲ ἐπὶ τὰ μεγάλα κινουμένη, ἔσται
14 μὲν ἐκ παντὸς τρόπου πρόληψις τοῦ κάμνοντος ἐπὶ τῷ ἀπελπίζειν
15 τοῦ ἑαυτοῦ· καὶ δακρύουσιν ἐπὶ τῷ οὕτως διαθέσθαι,
16 ἔκπαλτοι δὲ καὶ θρασεῖς ταῖς λαλιαῖς γίνονται, εἰδώλων
17 φαντασίαις ἐναλλόμενοι· κατὰ αὔξησιν τῶν ὅλων τὸ
18 πάθος κινούμενον. ἐπὶ δὲ τῆς ἡμέρας καὶ στομάχου ἀσθενείας 19.544
1 καὶ περὶ τὴν μήνιγγα διάθεσις, ὥστε καὶ ἐκλύτους
2 καὶ ἀσφύκτους γίνεσθαι. χρὴ οὖν τῶν ἄκρων ἐπιμελεῖσθαι,
3 διαδεσμεύοντας καὶ πυριῶντας τάς τε τοῦ αἵματος ἀφαιρέσεις
4 εὐθέτους ἡγεῖσθαι· κατὰ δὲ τὸ ζώδιον, μᾶλλον δὲ ὀρεγομένων
5 αὐτῶν πρὸς τὰς τροφὰς ἐπιδιδόναι· ἀπὸ γὰρ τοῦ
6 συνδέσμου γνώσῃ τὸ σημεῖον καὶ ὑπακούσεις λύειν τὴν νόσον
7 καὶ παρὰ τῷ στομάχῳ, εὐτονώτερόν σοι φανήσεται
8 τὸ τῆς μήνιγγος ἀποθέμενοι, σώζονται οὗτοι ἀνυπερβάτως.
9 ἐὰν δὲ ἀπὸ τῆς ἐπὶ τὸ μεῖζον τραπῇ νόσος καὶ
10 κατὰ τὴν κοιλίαν λεπταὶ ἀνενεχθῶσι, ἀπαραβάτως ἀναιροῦνται.
11 βοηθεῖ δὲ μεγάλα προσαγωγὴ τῶν εἰωθότων.
12 ἐὰν δὲ τῷ προκειμένῳ ὅρῳ οἱ ἀγαθοποιοὶ συσχηματισθῶσι
13 κατὰ τόδε τὸ ζώδιον καὶ ἐάν τε ἀφαιρῇ, ἐάν τε προστιθῇ,
14 πᾶσαν μὲν φαρμακείαν παραιτεῖσθαι δεῖ, διαιτᾷν δὲ
15 ἁπλοῖς καὶ εὐκαίροις βαλανείοις καὶ αἰώραις καὶ γυμνασίαις
16 ταῖς διὰ τῶν χειρῶν· ἀνυπερβάτως γὰρ σώζονται. τινὲς δὲ
17 ἐπὶ αὐτῆς τῆς ἀπαλλάττονται τῆς νόσου. 19.545