Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


12 Κεφ. γʹ.Ἐὰν γένηται κατάκλισις οὔσης ἐν
13 πρὸς σχηματιζομένη, ἔσται νόσος ἀπὸ κεφαλῆς
14 ἐξ ἐκκαύσεως καὶ τὴν μήνιγγα ἀλγήσει. καὶ ἔσονται πυρετοὶ
15 συνεχεῖς. καὶ ἀγρυπνίαι. καὶ καύσωμα καὶ δίψα καὶ
16 τραχώδης γλῶσσα. καὶ τοῦ θώρακος ἐκπύρωσις. ἥπατος
17 πόνος. καὶ σφυγμοὶ ἐπῃρμένοι καὶ ἄτακτοι, τούτοις ὠφέλιμος 19.534
1 τοῦ αἵματος ἀφαίρεσις καὶ προσαγωγὴ πάντων τῶν δυναμένων
2 ψύχειν καὶ παρηγορεῖν. ἔσται γὰρ παρακοπὴ καὶ
3 φρενῖτις.  ἀγαθοποιοῦ δὲ μηδενὸς παρεμπλεκομένου
4 τῇ καὶ τὸ αὐτὸ σχῆμα ἔχοντος μέχρι τῆς ζʹ ἡμέρας
5 τελευτήσει ἐν τῷ αʹ τετραγώνῳ καὶ μάλιστα ἐὰν τοῖς ἀριθμοῖς
6 ἀναυξάνῃ τῷ φωτὶ . ἐὰν γένηται κατάκλισις
7 οὔσης ἐν , σχηματίζεται δέ τις αὐτῇ τῶν κακοποιῶν διάμετρος
8 σὺν αὐτῇ, φάσιν ποιούμενος δεήσειε τὸν
9 ἀστέρα αὐτὸν ἐφορᾷν ποῖός τίς ἐστι. κἂν μὲν , τὰ
10 περὶ τὴν κεφαλὴν αἴτια γίνεται λήθαργος, ἀναίσθητοι, καταφωρικοὶ,
11 κατεψυγμένοι, ἔτι δὲ ἀνώμαλοι, τῆς νόσου ποτὲ
12 μὲν ἀνειμένης, ποτὲ δὲ ἐπιτεινομένης. ἐὰν δὲ καὶ τοῖς φωσὶν
13 ἀφαιρεῖ τοῖς ἀριθμοῖς τὸ συναμφότερον, ὡς προεῖπόν
14 σοι, εἰς τὴν εἰρημένην Ϟμοῖραν ἐπισημασίαν μεγίστην
15 ἕξει. προςλάμβανεπροσλάμβανεδὲ καὶ τὰς λοιπάς. ἐὰν γὰρ ἥλιος
16 προσνεύσῃ κατά τι σχῆμα, μέχρι τοῦ ἄκρου κινδύνου ἐλεύσεται
17 καὶ παραλλάξας τὴν διάμετρον σωθήσεται. ἐὰν δὲ
18 Ἑρμῆς μόνος σχηματισθῇ τῷ προκειμένῳ ὅρῳ, ἀπαραλλάκτως 19.535
1 τελευτήσει. εἰ δὲ καὶ πυρόεις Ἄρης, πρὸς τὸ προκείμενον
2 σχηματισθείη σχῆμα, ἀντιλήπτορές σοι μᾶλλον νομιζέσθωσαν.
3 διὸ δεήσει σε πᾶσαν σύνεσιν προσάγειν, εἰδότα
4 ὅτι τοῦ ἀστέρος ψυκτικώτερα τὰ πάθη καὶ ῥευματωδέστερ
5 ἐστιν. ἐὰν δὲ Ἄρης συσχηματίζεται τῷ
6 προστιθεῖσα τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ, ποιήσει τὰ περὶ
7 τὴν κεφαλὴν πάθη· παρακοπάς· φρενίτιδας· περιωδυνίας·
8 φλεγμονάς· πυρώσεις· αἱμαγμούς. δεήσειεν οὖν ἐν πᾶσι
9 χρῆσθαι τοῖς δυναμένοις ψύχειν καὶ διαφορεῖν. καὶ τούτοις
10 μάλιστα περὶ τὸ . ἐπειδὴ ἀπὸ τῆς διὰ τρίτου ἄρχεται
11 τοῦ αὔξειν τὸ μέγεθος τῆς νόσου· ἐπισφαλῆ δὲ καὶ
12 ὀξύτατα πάθη μέχρι τῆς διαμέτρου γενήσεται. ἐὰν δὲ
13 Ἑρμῆς συσχηματισθῇ τῷ προκειμένῳ ὅρῳ, σωθήσεται κινδυνεύσας,
14 μετὰ γὰρ συμφωνεῖ, μετὰ δὲ τοὐναντίον.
15 ἐὰν δὲ γενομένης κατακλίσεως σχηματισθῇ τῷ Διῒ
16 τῷ Ἑρμῇ καὶ τῇ . κἂν ὁποτέρῳ αὐτῷ μόνῳ ἀνωμάλους
17 μὲν τὰς νόσους ποιεῖ καὶ εἰς ἕτερα πάθη μετακυλίονται.
18 σώζονται δὲ ἀπαραβάτως. χρὴ οὖν σε προσέχειν ταῖς διαίταις, 19.536
1 αἰώραις τε καὶ περιπάτοις καὶ βαλανείοις καὶ οἴνου
2 δόσει. οἱ μὲν γὰρ πρὸς κατακλιθέντες ἐπιθυμήσουσι
3 καὶ βαλανείων καὶ ἠρεμίας ἐπὶ κλίνης, πολυτροφίας τε καὶ
4 θερμοποσίας. οἱ δὲ πρὸς Ἄρεως ψυχροποσίας, κινήσεως,
5 οἴνου, ἀνέμων. χρὴ οὖν σε καθ’ ἕκαστον ἀστέρα ἰδιοτρόπως
6 τῆς ἐπιθυμίας μὴ ἀποσπᾷν. ἕκαστος γὰρ τῶν ἀστέρων
7 οἷς ἥδεται καὶ ἐπιθυμεῖ, τούτοις καὶ ὠφελεῖται ὡς γὰρ
8 ἐμοὶ δοκεῖ, κράτιστε Ἀφροδίσιε, μὴ νομίσεις ταύτας τὰς
9 θεραπείας ἐναντιώματα εἶναι κατὰ τὸν ἰατρικὸν λόγον. ἐγὼ
10 γὰρ γνοὺς τὰς φύσεις τῶν ἀστέρων προσεφώνησά σοι ᾧτινι
11 ἕκαστος ἥδεται ἵνα ᾖς ἐν πᾶσιν ἀδιάπτωτος.