Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


15 Κεφ. ζʹ.Ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις
16 συνόντος , ἔσται καταρχὴ τῆς νόσου ἐκ
17 πλήθους καὶ ὠμότητος. ἔσται γὰρ περὶ τὸν θώρακα αἴσθησις 19.549
1 καὶ τὰ ὑποχόνδρια. καὶ πυρετοὶ ἐπιτεταμένοι γενήσονται.
2 καὶ ἐν βάθει θερμασία μᾶλλον τῇ ἐπιφανείᾳ
3 καὶ κοιλία στεγνή. τούτοις οὖν ἁρμόσει πάντα τὰ ἀναθερμαίνοντα
4 καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι
5 τὴν , μέχρι τῆς τελευτήσει. ἐὰν δὲ ἀγαθοποιοὶ
6 τὴν ἐπιθεωρήσωσι, πολλὰ κακοπαθήσας σωθήσεται.
7 ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις, συνόντος
8 , ἔσται καταρχὴ τῆς νόσου, ἀπὸ πλήθους αἵματος
9 καὶ ἔσονται πυρετοὶ ῥοώδεις καὶ σφυγμοὶ ἄτονοι καὶ
10 ἐνδεδυκότες καὶ λειποθυμίαι καὶ ἀνορεξίαι καὶ βάρος καὶ
11 καταφορὰ καὶ πάρεσις παντὸς τοῦ σώματος. καὶ καρδιακὴ
12 διάθεσις. τούτοις οὖν ἁρμόσει πάντα τὰ στεγνοῦντα καὶ
13 ψύχοντα.  ἐὰν οὖν μηδεὶς ἀγαθοποιὸς ἐπιθεωρῇ τὴν
14 , μέχρι τῆς ἐννάτης τελευτήσει. ἀγαθοποιῶν δὲ ἐπιθεωρούντων
15 τὴν , ἀπὸ τῆς κινδυνεύσας σωθήσεται. ἐὰν
16 δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις ἐφ’ οἵᾳ ποτ’ οὖν
17 μοίρᾳ, τόδ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ζωδίων νοείσθω, ὡς
18 θέμις, συγκρίνοντός μου ὡροσκοποῦντος , ἔσται νόσος 19.550
1 ἀπὸ ψυχικῶν τόπων, λυπηρῶν πραγμάτων καὶ δι’ ἄλλων
2 μεριμνῶν. πυρουμένου μὲν τοῦ θώρακος, τῶν δὲ ἄκρων
3 ψυχομένων καὶ περὶ τὴν κεφαλὴν τῶν αἰτίων γινομένων·
4 καὶ τῶν ὀφθαλμῶν κοιλουμένων, περιτεινομένης τε τῆς ῥινὸς
5 καὶ ἀσφύκτων φαινομένων τῶν καμνόντων καὶ ὑποφαινόντων
6 πολυχρόνιον νόσον· εὐτονοῦσι δὲ ὅσον κατὰ τὸ πλῆθος.
7 χρὴ οὖν αἵματος εὐθέως ἀφαίρεσιν ποιεῖσθαι, εἰ μὲν
8 δυνατὸν ἐν αὐτῷ τῷ ζωδίῳ κινουμένης τῆς σελήνης, μάλιστα
9 μέντοι ἐὰν ἄρξηται τὰ μεγάλα κινεῖσθαι. εἰ δὲ μὴ,
10 ἕως τῆς διατρίτης · ἀνατρίβειν τε τὰ ἄκρα καὶ διαφορεῖν
11 πάντα τὰ ἀπὸ τοῦ θώρακος. ἐὰν δὲ τε καὶ ἀμφοτέροις
12 κατὰ πρόσθεσιν οὔσῃ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ
13 σχηματισθεῖεν, καρδιακὴ περίστασις ἀπαραβάτως ἔσται μέχρι
14 τῆς διὰ πέμπτου. ἐπὶ δὲ τὴν πλευρὰν ἐὰν λήγῃ τοῖς
15 ἀριθμοῖς καὶ ἐπαύξῃ, σχηματισθῇ δὲ τῷ , σωθήσεται.
16 ἐὰν δὲ σχηματίζων ἐπὶ τῆς κατακλίσεως, ἐλθούσης
17 αὐτῆς τῆς εἰς τὸ σωθήσονται. ἐὰν δὲ καὶ αὕτη μόνη
18 κατὰ ἀφαίρεσιν τοῖς ἀριθμοῖς, κινῆται, σωθήσεται. εὔχρηστοι 19.551
1 δὲ αἱ τοῦ οἴνου δόσεις καὶ τὰ βαλανεῖα καὶ μετὰ τὴν
2 διάτριτον διάπεμπτον αἰῶραι. ἐὰν δὲ ἐν τῷ προκειμένῳ
3 σχήματι τῆς οὔσης ἐπὶ τῆς κατακλίσεως ἐν , κινουμένης
4 τε αὐτῆς ἐπὶ τὰ μεγάλα καὶ τῷ φωτὶ προστιθείσης,
5 σχηματισθῇ αὐτῇ καὶ μεσουρανήσῃ· καὶ εἷς τῶν
6 ἀγαθοποιῶν καὶ μέχρι μὲν τῆς τὰ προκείμενα γενήσεται.
7 οὐδὲν δὲ ἧττον περὶ τὴν κύστιν ἀλγήματα ἔσται καὶ ἐμπνευματώσεις
8 στομάχου πλὴν σώζονται. ἐὰν δὲ τὰ μείζονα ἀπὸ
9 τοῦ συνδέσμου τρέχῃ, ἀπαραβάτως σωθήσονται. ἐὰν δὲ
10 τῷ προκειμένῳ σχήματι καὶ καὶ ἕτερός τις σχηματισθῇ
11 ἐπὶ τὸ βόριον αὐτῆς φερομένης ἀπαραβάτως ἐπὶ τὴν
12 τῆς ἐλθούσης, λύσις ἔσται τῆς νόσου. χρὴ δὲ μὴ θάλπειν,
13 μηδὲ ἐν σκοτεινοῖς κατακλῖναι· ἀεὶ δὲ τῆς ἐπιθυμίας
14 μακρὰν ἀποσπᾷν. εὔχρηστος δὲ καὶ τοῦ ψυχροῦ δόσις·
15 τροφαὶ δὲ αἱ δυνάμεναι ὀγκοῦν καὶ μὴ ἀφαιρεῖν. ἐὰν δὲ
16 αὐτὴ ἀνεπιθεώρητος πάντα , κινῆται δὲ ἐπὶ τὰ μεγάλα,
17 ἐπὶ τὴν ἐλθοῦσα ἐπὶ τὴν κρίσεως σημασίαν ποιησαμένη 19.552
1 λύει τὴν νόσον. ἐὰν δὲ ἐπὶ τὰ ἥσσονα κινῆται μέχρις
2 παρέλθῃ τὴν ἀνωμάλως νοσήσας καὶ πυκνότερον
3 ἀνατροπιάζων σωθήσεται.