13
Κεφ. ιεʹ.Οὐδὲν ἧττον καὶ τοῦτο γινώσκειν σε θέλω
14
ὅτι τὰ περὶ τοὺς τοκετοὺς καὶ τὰς πτώσεις καὶ τοὺς τραυματισμοὺς
15
τοὺς ἐξαίφνης καὶ ὅσα τούτοις ὅμοια δεῖ ὁρᾷν,
16
ὡς ἐπὶ τῶν κατακλίσεων δεδήλωται, τὰς δὲ ἐκ προαιρέσεως
17
χειρουργίας καὶ ὅσα τούτοις ὅμοια δεῖ ὁρᾷν. ἤγουν τὰς 19.572
1
περὶ τοὺς ὀφθαλμοὺς χειρουργίας, οἱονεὶ μυδριάσεως ἢ ὑποχύσεως,
2
γλαυκώσεώς τι καὶ ὅσα τούτοις ὅμοια τῆς ☾ ἰούσης
3
πρὸς αὔξησιν τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, ποιεῖσθαι
4
καὶ σχηματιζόντων τῶν ἀγαθοποιῶν κατάρχεσθαι. χρὴ δὲ
5
εἰδέναι ὅτι αὐξούσης τῆς ☾ καὶ προστιθείσης τοῖς ἀριθμοῖς
6
♂ ἢ ☉ συνόντων ἢ σχηματιζομένων ἐκπυρούμενοι τὰ σώματα
7
ἀναλίσκονται. μειουμένης δὲ τῆς ☾ καὶ τοῖς ἀριθμοῖς
8
ἀφαιρούσης ♄ ἢ ☿ συνόντων ἢ συσχηματιζομένων τῇ ☾
9
ψυχόμενοι τὰ σώματα ἀναλίσκονται. ἐκεῖνο δέ σοι προστίθημι.
10
ὁπότε δύο τῇ αὐτῇ ὥρᾳ καὶ τῇ ἡμέρᾳ κατακλιθῶσι,
11
σκέψαι οὕτως τὰς ἡλικίας αὐτῶν συγκρίνων καὶ ἐὰν ἡ ☾
12
ἀφαιρεῖ τοῖς ἀριθμοῖς καὶ κατακλιθῶσί τινες, συσχηματίζηται
13
δὲ ♄ καὶ ♀, ὁ νεώτερος πρῶτα σωθήσεται, καθὰ
14
προεῖπον καὶ ἐν τοῖς ἔμπροσθεν συντάγμασι καὶ παρὰ τὸ
15
ὁμοιότροπον τοῦ ζωδίου ἐπὶ τῆς ☍ ἀπαλλαγήσεται. ὁ δὲ
16
πρεσβύτερος κινδυνεύσει, ἢ εἰς ἕτερα πάθη περικυλισθήσεται
17
ὁμοιοτρόπως τῷ ζωδίῳ, ἢ μακρονοσήσας σωθήσεται. 19.573
1
ἐὰν δὲ τῆς ☾ αὐξούσης τοῖς ἀριθμοῖς καὶ τοῖς φωσὶ συσχηματισθῇ
2
♂ ἢ ☉ ὁ νεώτερος κινδυνεύσει μετὰ τὴν □ καὶ
3
☍ ὁμοιοτρόπως τῷ ζωδίῳ ἐν ᾧ ἡ ἔτυχε. ἐὰν δὲ πρὸς τοὺς
4
ἀγαθοποιοὺς ἡ ☾ συσχηματισθῇ ἐπί τε πρεσβυτέρων καὶ
5
νεωτέρων σωθήσονται ὁμοιοτρόπως αὐτῷ τῷ ζωδίῳ· διό σοι
6
ἀπηγόρευσα, ἵνα σκέψει ταύτῃ χρώμενος ἀδιάπτωτος ἔσῃ
7
ἐν ἅπασι.