Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


8  Κεφ. βʹ.Πρὸ παντὸς δέον σκοπεῖν τὴν
9 κινουμένην κατὰ πρόσθεσιν ἀφαίρεσιν τοῖς ἀριθμοῖς, οὐ
10 τοῖς φωσὶν, ὥς τινες πεπλάνηνται, ἂν οὖν γενομένης κατακλίσεως,
11 ἔν τινι τῶν δωδεκατημορίων ζωδίων, ἄρξηται
12 τοῖς ἰδίοις ἀριθμοῖς κινεῖσθαι, κατὰ τὸ ἰσόμοιρον ἐλθοῦσα,
13 ἰσόμοιρον δέ ἐστι τὸ διάμετρον, ἐπισημασίαν τὴν μεγίστην
14 ποιήσει. μάλιστα δὲ, ἐὰν καὶ σύνδεσμός ἐστιν, ὅταν ἀπὸ
15 συνόδου εἰς πʹ . σύνδεσμον λύει καὶ πορεύσηται ἐπὶ τὸ
16 μεῖζον μέγεθος τοῦ δρομήματος, περὶ τὰς ρπʹ μοίρας ἀναιρεῖ. 19.532
1 ἐὰν δὲ γενομένης κατακλίσεως κατ’ ἀφαίρεσιν
2 κινῆται, νόσος μέχρι τῆς ἰσομοίρου ἐπισημασίαν ποιησαμένη
3 ἐπὶ τὸ ἰσόμοιρον τὴν νόσον ἐπὶ ὑγιέστερον τρέπει.
4 πρόσεχε δὲ καὶ τὰς κινήσεις, ἤτοι μαρτυρίας τῶν ἀστέρων.
5 ἐὰν γὰρ κατακλίσεως γενομένης κινῆται ἐπὶ τὸ μεῖζον
6 συσχηματιζομένη, τὴν νόσον αὔξει καὶ ἐπικίνδυνον ποιήσει.
7 αὐξανομένη δὲ τοῖς τε φωσὶ καὶ τοῖς ἀριθμοῖς, περὶ τῷ
8 τὴν . ἀπαραβάτως κίνδυνον ἐποίσει. ἐὰν δὲ φαέθοντι
9 Διῒ τύχῃ συσχηματιζομένη καθ’ οἷον δή ποτ’ οὖν
10 τρόπον, τὰς νόσους ἀκινδύνους ποιήσει. ἐπὶ τετραγώνου
11 ἐπισημασίας γενομένης, ἀποκαταστήσει σώους ἐπὶ τὸ κατὰ
12 τὴν . ἐὰν δὲ φλεγέθοντι Κρόνῳ σχηματίζηται, ἀφαιροῦσα
13 τοῖς ἀριθμοῖς, ἐπισφαλεῖς καὶ ἐπικινδύνους περὶ τὰς
14 Ϟμοίρας ἀπεργάζεται. ἐὰν δὲ καὶ σύνδεσμον λύσασα ἐπὶ
15 τὰ ἥττονα φέρηται περὶ τὰς ρπʹ μοίρας, τὴν ἀναίρεσιν
16 ἀνυπερβάτως ποιήσει. ἐὰν δὲ ἥλιος . ἐὰν δὲ τῷ
17 συσχηματισθῆ κατὰ τὴν κατάκλισιν ἀφαιροῦσα τοῖς
18 ἀριθμοῖς καὶ τῷ φωτὶ λήγουσα, μειωθήσεται νόσος περὶ 19.533
1 τὰς Ϟμοίρας καὶ ἐπισημασίας γενομένης, τραπήσεται ἐπὶ
2 τὸ ὑγιαίνειν. ἐὰν δὲ καὶ σύνδεσμον λύσῃ ἔτι μειουμένη ἐπικαθίστησιν
3 ὑγιαίνοντα διὰ ρπʹ μοίρας. δεήσει δὲ προλαμβάνειν
4 καὶ τοὺς λοιποὺς τῶν ἀστέρων, καθ’ ἕκαστον ζώδιον
5 πῶς διάκεινται. τῆς γὰρ ἐπιπορευομένης τὰ ιβʹ ζώδια,
6 τὰ αἴτια τῶν νόσων ἐντεῦθεν γνωρίζονται. χρὴ δὲ πρὸ
7 πάντων εἰδέναι ώς εἴ τις ἀμελῶς περὶ τὰς ψήφους διατεθείη,
8 οὐδὲν αὐτὸ κατὰ τὸ ἀληθὲς ἀποβήσεται. μὴ ἀποβαίνοντος
9 δὲ δικαίως ἂν αὐτὸς, οὐχὶ τὸ πρᾶγμα αἰτίας ἔχῃ.
10 οἱ δὲ ἀριθμοὶ ὡς ἐπὶ γενέσεως ἐξεταζέσθωσαν. ἐκ γὰρ
11 τούτων τὸ ἀκριβὲς γνωσθήσεται.