Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


4 Κεφ. ηʹ.Ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ τις
5 συνόντος αὐτῇ , ἔσται καταρχὴ τῆς νόσου,
6 ἐκ βραδύτητος καὶ ὠμότητος περὶ τὴν κοιλίαν καὶ τῶν ἐντέρων
7 πόνος καὶ τῶν ὑποχονδρίων φλεγμονὴ καὶ πυρετοὶ
8 στεγνοὶ καὶ ἀνώμαλοι ἐν ἀνέσει καὶ ἐπιτάσει. καὶ σφυγμοὶ
9 ἐνδεδυκότες, πυκνοὶ καὶ ἄτακτοι· τούτοις οὖν ἁρμόσει πάντως
10 τὰ θερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ ἀγαθοποιοὶ
11 τὴν μὴ θεωρήσωσι κινδυνεύει περὶ τὴν τεσσαρακοστήν.
12  ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν πολυχρόνιον
13 πάθος ἔχων σωθήσεται. ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ
14 τις ὄντος σὺν αὐτῇ , ἔσται νόσος
15 ἀπὸ κοιλίας ῥύσεως καὶ περιστήσεται εἰς δυσεντερικὸν πάθος
16 καὶ ἔσται αἵματος ῥύσις καὶ ἕλκωσις περὶ τὰ ἔντερα. πυρετοὶ
17 λεπτοὶ ῥυώδεις καὶ σφυγμοὶ ἄτονοι καὶ πυκνοὶ καὶ ἀνορεξίαι 19.553
1 καὶ στομάχου ἀνατροπή. τούτοις ἁρμόσει πάντα τὰ
2 στεγνοῦντα. εἰ δὲ ἀγαθοποιοὶ μὴ ἐπιθεωρήσωσι τὴν , τῇ
3 τριακοστῇ ἡμέρᾳ τελευτήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι
4 τὴν , σωθήσεται. ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ
5 τις, ἔσται νόσος ἐπὶ κοιλιακῆς διαθέσεως, πόνων
6 τε τῆς κοιλίας καὶ ἐμπνευματώσεως. καὶ ἄρξεται ὡς ἂν ἐξ
7 ἀπεψίας τὰ μὲν κατὰ τὴν κοιλίαν ῥεῖν δριμέα, τὰ δὲ ἐπὶ
8 τὰ οὖρα φέρεσθαι χλωρὰ καὶ δυσώδη. μάλιστα δὲ νυγμῶν
9 γινομένων ὡς ἐπὶ τὸ διάφραγμα καὶ τοῦ στομάχου ἀναλυομένου·
10 συγκάμνοντος δὲ τοῦ νευρώδους ὅλου. κατ’ ἀρχὴν
11 γὰρ εὐθὺς ἀγρυπνοῦσι τὰς ὄψιας διηνεκῶς. ἐὰν δὲ καὶ
12 ἀπὸ τοῦ ἐλαχίστου δρομήματος ὁρμηθεῖσα ἐπὶ τὰ μείζονα
13 κινῆται, σχηματισθῇ δὲ αὐτῇ καὶ καὶ παρακόψουσι
14 ταῖς λαλιαῖς ἐμποδιζόμενοι. χρὴ οὖν τοῖς δυναμένοις
15 πυκνοῦν τε καὶ συστέλλειν τὰ ὑγρὰ χρῆσθαι, ἄχρηστος
16 δὲ τοῦ ὑγροῦ προσαγωγὴ καὶ πᾶς χυλὸς κατάψυχρος. ἐὰν
17 δὲ ἀπὸ τῆς ἐπὶ τὰ μείζονα τρέπηται περισσοτέρως παντὸς
18 τοῦ ψύχοντος ἀπεσχέσθωσαν. μέχρι γὰρ τῆς κινδυνεύσαντες, 19.554
1 εἰς διάθεσιν κοιλιακὴν δυσεντερίαν περικυλίονται
2 καὶ οὕτως δὲ χρονίσαντες ἐλαττῶσι. ἐὰν δὲ τούτῳ
3 τῷ οὔρῳ σχηματισθῇ μετὰ τοῦ μόνου,
4 οὐδὲν ἧσσον πολυχρόνιος νόσος καὶ σπληνικὰ πάθη καὶ
5 νεφριτικά. καὶ οὕτως δὲ χρονίσαντες καὶ μοχθήσαντες ἐν
6 τῷ πάθει διασώζονται. ἐὰν δὲ τῆς μόνης κινουμένης
7 καὶ ἀνεπιθεωρήτου οὔσης κατὰ πρόσθεσιν ἀφαίρεσιν
8 κατὰ οἷον δήποτ’ οὖν τρόπον σχήματος κατακλιθῇ τις, αἱμοῤῥοήσει.
9 τούτοις δ’ περιοδεύουσα τοῦ πάθους λύει.
10 ὠχροὶ δὲ καὶ μελάγχροοι ἐπὶ πολὺν χρόνον νοσήσαντες γίνονται,
11 οὐδὲν δὲ ἧττον διασώζονται. ἐὰν δὲ
12 καὶ ὁπότερος αὐτῶν καὶ οἱ πάντες κατὰ τὴν κατάκλισιν
13 προσνεύσωσιν, οὐδὲν ἧττον τὰ κατὰ τὴν κοιλίαν ῥευματίζονται.
14 ἐν αὐτῷ δὲ τῷ ζωδίῳ μέχρι τῆς διὰ πέμπτου λύουσι
15 τὰς νόσους. χρὴ δὲ τὰς μὲν τοῦ οἴνου δόσεις προσάγειν,
16 τὰς δὲ τῶν βαλανείων παραιτεῖσθαι. 19.555