Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. Prognostica de decubitu ex mathematica scientia (Progn. de decub.)
urn:cts:greekLit:tlg0530.tlg024
Περὶ κατακλίσεως προγνωστικὰ ἐκ τῆς μαθηματικῆς ἐπιστήμης
Prognosis Based on the Hour when a Patient goes to Bed based on the Science of Astrology (Prog. Dec.)
editio(nes) critica(e):
translatio Latina: Prognostica de decubitu ex mathematica scientia, 1830, vol. 19, pp. 529-573. urn:cts:greekLit:tlg0530.tlg024.verbatim-lat1


11 Κεφ. ιδʹ. Ἐὰν δὲ τῆς οὔσης ἐν κατακλιθῇ
12 τις ἀφαιρούσης τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς ,
13 συνόντος αὐτῇ , ἔσται καταρχὴ τῆς νόσου ἀπὸ
14 βαλανείων καὶ περιψύξεως ῥευμάτων λεπτῶν. ἔσονται
15 γὰρ τῶν ἄκρων ψύξεις πυκναὶ καὶ ῥιγοπύρετοι καὶ ἐπισημασίαι 19.568
1 διπλαῖ. καὶ στέγνωσις τῆς κεφαλῆς. καὶ νυγμοὶ
2 κατὰ τῶν μασθῶν καὶ ὑποχονδρίων αἴσθησις καὶ σφυγμοὶ
3 ἐνδεδυκότες καὶ λεπτοὶ καὶ τῶν ἄρθρων αἴσθησις. τούτοις
4 ἁρμόσει πάντα τὰ θερμαίνοντα καὶ ἀναχαλῶντα. ἐὰν δὲ
5 ἀγαθοποιὸς ἐπίδῃ τὴν κατὰ διαλλάξας σωθήσεται.
6 ἕξει δὲ πολυχρόνιον αἴσθησιν περὶ τὰ ἄρθρα. ἐὰν δὲ τῆς
7 οὔσης ἐν τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ αὐξούσης,
8 συνόντος , ἔσται καταρχὴ τῆς νόσου ἀπὸ
9 πλήθους, οἰνοποσίας καὶ ὠμότητος. ἄρχεται γὰρ ἀπὸ τῆς
10 διατρίτου νόσος αὔξειν. ἐπιτάσεις δὲ νυκτὸς ἔσονται
11 καὶ πυρώσεις τοῦ θώρακος. καὶ παρακοπὴ τῶν λογισμῶν
12 καὶ φρενῖτις. καὶ περὶ τὴν κεφαλὴν σφήνωσις. καὶ πυρετοὶ
13 καυσώδεις, καὶ δίψα, καὶ ἐπιθυμία οἴνου, καὶ σφυγμοὶ
14 ἐπῃρμένοι, τούτοις ἁρμόσει τοῦ αἵματος ἀφαίρεσις καὶ
15 πάντα τὰ δυνάμενα καθελεῖν τὴν ἕξιν. ἐὰν οὖν ἀγαθοποιοὶ
16 μὴ ἐπιθεωρήσωσι τὴν , ἐν τῷ πρώτῳ τελευτήσει. ἐὰν
17 δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσωσι τὴν , παραλλάξας τὴν
18 κινδυνεύσας σωθήσεται. ἐὰν δὲ τῆς οὔσης μετὰ τοῦ 19.569
1 κατακλιθῇ τις κἂν ἐν οἵῳ δήποτε ζωδίῳ
2 κατακλιθῇ τις μέχρι τῆς αʹ τῆς σωθήσεται. πολὺ
3 δέ τι καὶ ὥρα συμβάλλεται ἐν τῇ κατακλίσει. ἐὰν γὰρ
4 ὡροσκοπῶσιν μεσουρανῶσιν οἱ ἀγαθοποιοὶ τῆς μετὰ
5 κακοποιῶν οὔσης ἀντιλήψονται τῆς ζωῆς, ἐὰν
6 δὲ κακοποιοὶ ὡροσκοπῶσι τῆς οὔσης μετὰ ἀγαθοποιῶν
7 βλάπτουσι τὸν κατακλιθέντα. δεῖ δὲ τὸν ἄριστον ἰατρὸν
8 μεμνῆσθαι μὲν τῆς μαθηματικῆς ἐπιστήμης, ἐξετάζειν δὲ
9 ἀκριβῶς τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς κατακλίσεως. καὶ
10 συνορᾷν τὸν κόσμον πῶς διάκειται. ἄτερ γὰρ τῆς κοσμικῆς
11 συμπαθείας οὐδὲν γίνεται. ἐὰν δὲ τῆς οὔσης ἐν
12 κατακλιθῇ τις, ἔσται τὰ προκαταρκτικὰ τῆς νόσου αἴτια
13 ἀπὸ βαλανείων ψυχροποσίας. εὐθέως γὰρ τὸ νευρῶδες
14 πάσχει. καὶ περὶ τὸν στόμαχον ἀλγήσει. γυμνοὶ δὲ διατροχάζουσιν,
15 ὀδύναι περὶ τὰ πλευρὰ καὶ δυσπνοοῦσι. καὶ
16 πυρετοὶ ἐστεγνωμένοι καὶ ἐν βάθει. καὶ σφυγμοὶ λεπτοὶ
17 καὶ δυσκατάληπτοι κατὰ τὰς ἐπισημασίας. ἐναλλάσσουσι 19.570
1 δὲ τοὺς σφυγμοὺς περὶ ὥρας βʹ. ἀνεκτοῦσι δὲ διηνεκῶς καὶ
2 κατὰ τὴν κοιλίαν λεπτά, ἔπειτα οὖρα δυσώδη, εὔχρηστοι
3 δὲ πάντες χυλοὶ καταψύχοντες. ἀπὸ δὲ τῆς ἐὰν τὰ
4 μείζονα τροχάζῃ σχηματισθεῖσα τῷ μέχρι τῆς κινδυνεύσαντες
5 σώζονται. ἐὰν δὲ τοῦ προκειμένου ὅρου ὄντος
6 τρέχῃ καὶ σχηματίζηται ἄμφω, τὰ μὲν προκείμενα
7 αἴτια ἔσται, πρὸς τούτοις δὲ κατὰ τὴν κοιλίαν πάσχουσι
8 καὶ ἐκλύονται πυκνότερον, ὥστε ἀσφυκτεῖν. ἐὰν δὲ ἐπὶ τὰ
9 ἥσσονα ἀπὸ τοῦ μέσου ὅρου φέρηται σχηματιζομένη οὐδὲ
10 τὴν παραλλάξει. ἐὰν δὲ παρεμπλακῇ καθ’ οἷον δή
11 ποτ’ οὖν τρόπον οἱ παρατεθέντες τὴν εἰς τὴν δυσεντερίαν
12 περιπίπτουσι. ὠχροὶ δὲ καὶ τοὺς πόδας φλεγμαίνοντες
13 καὶ ταῖς σαρξὶ συμπεπτωκότες. οὕτως δὲ καὶ ἐγχρονίσαντες
14 οὐδὲν ἧσσον ἀναιροῦνται.  ἐὰν δὲ ἐπὶ τὰ
15 μεγάλα τρέχῃ, σχηματίζηται δὲ ὁμοίως ἀμφότερος
16 τὰ προκαταρκτικὰ αἴτια γενήσεται ἅπαντα. πρὸς δὲ
17 τούτοις καὶ πυρετοὶ ἐπιτεταμένοι. καὶ περὶ τὸ ἧπαρ φλεγμονὴ, 19.571
1 ἐναλγεῖς τε ὅλῳ τῷ σώματι, τὰ δὲ ἄκρα πυρούμενα
2 διὰ τὰς ἐπαλλήλους σημασίας. προσήκει οὖν διαίταις
3 δυναμέναις τρέφειν χρῆσθαι. φύσει γὰρ ἐπὶ τούτου τοῦ
4 ζωδίου οὔτε αἱ τοῦ αἵματος ἀφαιρέσεις συνοίσουσιν αἳ διὰ
5 φλεβοτομίας. ἐὰν δὲ μηδεὶς τῶν ἀγαθοποιῶν παρεμπλακῇ,
6 μέχρι τῆς κινδυνεύσει. ἐὰν δὲ ἐπιθεωρήσωσιν
7 αὐτὴ ἐπὶ τὰ ἥσσονα φέρηται, μέχρι τῆς πολλὰ
8 σκυλέντες διασώζονται, χρῆσθαι οὖν ταῖς ὁμαλαῖς καὶ εὐαγώγοις
9 θεραπείαις. ἐὰν δὲ συσχηματισθῶσι τῇ
10 συσχηματιζομένης αὐτῆς καὶ προστιθείσης τοῖς
11 ἀριθμοῖς καὶ τῷ φωτὶ, οὐδὲν ὠφελήσουσιν οἱ ἀγαθοποιοὶ
12 καὶ ἀναιρεθήσονται.